Ancient Greek
Paragraph 57
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 57
Not analysed yet
57. Τοῦτον δὲ ὅλον τὸν εἰρημένον περίπλουν ἀπὸ Κανῆς καὶ τῆς Εὐδαίμονος Ἀραβίας οἱ μὲν μικροτέροις πλοίοις περικολπίζοντες ἔπλεον, πρῶτος δὲ Ἵππαλος κυβερνήτης, κατανοήσας τὴν θέσιν τῶν ἐμπορίων καὶ τὸ σχῆμα τῆς θαλάσσης, τὸν διὰ πελάγους ἐξεῦρε πλοῦν, ἀφʼ οὐ καὶ τοπικῶς ἐκ τοῦ ὠκεανοῦ φυσώντων, κατὰ τὸν καιρὸν τῶν παῤ ἡμῖν, ἐτησίων ἐν τῶ Ἰνδικῷ πελάγει ὁ λιβόνοτος φαίνεται ἵππαλος προςονομάζεσθαι ἀπὸ τῆς προσηγορίας τοῦ πρώτως ἐξευρηκότος τὸν διάπλουν. Ἀφʼ οὗ μέχρι καὶ νῦν τινὲς μὲν εὐθὺς ἀπὸ τῶν Κανῆς, τινὲς δὲ ἀπὸ τῶν Ἀρωμάτων ἀφιέντες οἱ μὲν εἰς Λιμυρικὴν πλέοντες ἐπὶ πλεῖον τραχηλίζοντες, οἱ δὲ εἰς Βαρύγαζα οἵ τε εἰς Σκυθίαν οὐ πλεῖον ἢ τρεῖς ἡμέρας ἀντέχουσι καὶ τὸ λοιπὸν παρεπίφορον πρὸς ἴδιον δρόμον ἐκ τῆς χώρας ὑψηλοὶ διὰ τοῦ ἔξωθεν γῆς παραπλέουσι τοὺς προειρημένους κόλπους.