Ancient Greek
Paragraph 58
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 58
Not analysed yet
58. Ἀπὸ δὲ Βακαρῆς τὸ λεγόμενον Πυρρὸν ὄρος ἄλλῃ παρήκει χώρα τῆ κης η Παραλίᾳ λεγομένῃ πρὸς αὐτὸν τὸν νότον Πρῶτος τόπος Βαλίτα καλούμενος ὅρμον καλὸν ἔχων καὶ κώμην παραθαλάσσιον· ἀπὸ δὲ ταύτης ἐστὶν ἕτερος τόπος τὸ Κομὰρ λεγόμενον, ἐν ᾧ τόπῳ βριάριόν ἐστι καὶ λιμὴν, εἰς ὃν οἱ βουλόμενοι τὸν μέλλοντα αὐτοῖς χρόνον ἱεροὶ γενέσθαι ἐρχόμενοι ἀπολούονται καὶ χῆροι μένουσιν αὐτοῦ· τὸ δὲ αὐτὸ καὶ γυναῖκες· ἱστορεῖται γὰρ τὴν θεὸν ἐκεῖ ἐπιμεῖναι κατά τινα χρόνον καὶ ἀπολελοῦσθαι.