Ancient Greek
Paragraph 60
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 60
Not analysed yet
60. Τῶν δὲ τοπικῶν ἐμπορίων τε καὶ ὅρμων, εἰς οὃς οἵ τε ἀπὸ τῆς Aιμυρικῆς καὶ ἀπʼ ἄρκτου πλέοντες κατάγονται, ἐπισημότερα καὶ κατὰ τὸ ἑξῆς κείμενά ἐστιν ἐμπόρια Καμάρα καὶ Ποδούκη καὶ Σωπάτμα, ἐν οἷς τοπικὰ μέν ἐστι πλοῖα μέχρι Λιμυρικῆς παραλεγόμενα τὴν γῆν, ἕτερα ὃ ἐκ μονοξύλων πλοίων μεγίστων ἁφαῖς ἐζευγμένων, λεγόμενα σάγγαρα, τὰ δὲ εἰς τὴν Χρυσῆν καὶ εἰς τὸν Γάγγην διαίροντα κολανδιοφωντα τὰ μέγιστα. Προχωρεῖ δὲ εἰς τοὺς τόπους πάντα τὰ εἰς τὴν Aιμυρικὴν ἐργαζόμενα, καὶ σχεδὸν εἰς αὐτοὺς καταντᾷ τό τε χρῆμα τὸ ἀπʼ Aἰγύπτου φερόμενον τῷ παντὶ χρόνῳ καὶ τὰ πλεῖστα γένη πάντων τῶν ἀπὸ Λιμυρικῆς φερομένων, καὶ διὰ ταύτης τῆς παραλίας ἐπιχορηγουμένων.