Ancient Greek
Paragraph 61
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 61
Not analysed yet
61. Περὶ δὲ τὴν μετʼ αὐτὴν χώραν, ἤδη πρὸς ἀνατολὴν τοῦ πλοὸς ἀπονεύοντος, εἰς πέλαγος ἔκκειται πρὸς αὐτὴν τὴν δύσιν νῆσος λεγομένη Παλαισιμούνδου, παρὰ δὲ τοῖς ἀρχαίοις αὐτῶν Ταπροβάνη. Ταύτης τὰ μὲν πρὸς βορέαν ἐστὶν ἥμερα καὶ διαπλεῖται τοῖς εἰς τὸν πλιονακιστινει καὶ σχεδὸν εἰς τὸ κατʼ αὐτῆς ἀντιπαρακείμενον Ἀζανίας παρήκει. Γίνεται δὲ ἐν αὐτῇ πινικὸν καὶ λιθία διαφανής καὶ σινδόνες καὶ χελῶναι.