Ancient Greek
Paragraph 65
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 65
Not analysed yet
65. Κατʼ ἔτος δὲ παραγίνεται ἐπὶ τὴν συνορίαν τῆς Θινὸς ἔθνος τι, τῷ μὲν σώματι κολοβοὶ καὶ σφόδρα πλατυπρόσωποι, ἐννοίαις δὲ λῷστοι αὐτοὺς δὲ λέγεσθαί φασι Σησάτας, παρομοίους ἀνημέροις· παραγίνονται σὺν γυναιξὶ καὶ τέκνοις, βαστάζοντες φορτία μεγάλα καὶ ταρπόνας ὠμαμπελίνοις παραπλησίας, εἶτʼ ἐνεπιμένουσιν ἐπί τινα τόπον τῆς συνορίας αὐτῶν καὶ τῶν ἐπὶ τῆς Θινὸς, καὶ ἑορτάζουσιν ἐπί τινας ἡμέρας, ὑποστρώσαντες ἑαυτοῖς τὰς ταρπόνας, καὶ ἀπαίρουσιν εἰς τὰ ἴδια εἰς τοὺς ἐσωτέρους τόπους. Οἱ δὲ ταῦτα δοκεύοντες τότε παραγίνονται ἐπὶ τοὺς τόπους καὶ συλλέγουσι τὰ ἐκείνων ὑποστρώματα, καὶ ἐξινιάσαντες καλάμους τοὺς λεγομένους πέτρους ἐπὶ λεπτὸν ἐπιδιπλώσαντες τὰ φύλλα καὶ σφαιροειδῆ ποιοῦντες διείρουσι ταῖς ἀπὸ τῶν καλάμων ἴναις. Γίνεται δὲ γένη τρία· ἐκ μὲν τοῦ μείζονος φύλλου τὸ ἁδρόσφαιρον μαλάβαθρον λεγόμενον, ἐκ δὲ τοῦ ὑποδεεστέρου τὸ μεσόσφαιρον, ἐκ δὲ τοῦ μικροτέρου τὸ μικρόσφαιρον. Ἔνθεν τὰ τρία μέρη τοῦ μαλαβάθρου γίνεται καὶ τότε φέρεται εἰς τὴν Ἰνδικὴν ὑπὸ τῶν κατεργαζομένων αὐτά.