Ancient Greek
Paragraph 64
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 64
Not analysed yet
64. Μετὰ δὲ ταύτην τὴν χώραν ὑπʼ αὐτὸν ἤδη τὸν βορέαν, ἔξωθεν εἰς Θινός τινα τόπον ἀποληγούσης τῆς θαλάσσης, παράκειται ἐν αὐτῇ πόλις μεσόγειος μεγίστη, λεγομένη Θῖναι, ἀφʼ ἧς τό τε ἔριον καὶ τὸ νῆμα καὶ τὸ οόνιον τὸ Σηρικὸν εἰς τὰ Βαρύγαζα διὰ Βάκτρων πεζῇ φέρεται καὶ εἰς τὴν Λιμυρικὴν πάλιν διὰ τοῦ Γάγγου ποταμοῦ. Εἰς δὲ τὴν Θῖνα ταύτην οὐκ ἔστιν εὐχερῶς ἀπελθεῖν· σπανίως γὰρ ἀπʼ αὐτῆς τινὲς οὐ πολλοὶ ἔρχονται. Κεῖται δὲ ὁ τόπος ὑπʼ αὐτὴν τὴν μικρὰν ἄρκτον, λέγεται δὲ συνορίζειν τοῖς ἀπεστραμμένοις μέρεσι τοῦ Πόντου καὶ τῆς Κασπίας θαλάσσης, καθʼ ἣν ἡ παρακειμένη λίμνη Μαιῶτις εἰς τὸν ὠκεανὸν συναναστομοῦσα.