Ancient Greek
330
Pseudo-Codinus Hist., De Annis Ab Orbe Condito 330
Unproofread scanNot analysed yet
ἀπὸ προδοσίας τῆς συμβίου αὐτοῦ, καὶ τὸ μοναχικὸν σχῆμα ἐνδυθείς, ἀπεστάλη εἰς τὴν μονὴν τῶν Στουδίου. Ὕτερον δὲ γέγονε καὶ μητροπολίτης Ἐφέσου. Ὁ κύριος Νικηφόρος ὁ Βοτανιάτης ἔτη γʹ καὶ ἤμισυ. Κατεββάσθη δὲ τῆς βασιλείας κατὰ τὴν πρώτην τοῦ Ἀπριλλίου μηνὸς τῆς δ´ ἰνδικτιῶνος τοῦ ϛφπθ ἕτους, καὶ ἀποσταλεὶς ἐν τῇ μονῇ τῆς Περιὄλέπτου ἀπεκάρη. Ὁ κύριος Ἀλέξιος ὁ Κομνηνὸς, ὁ πάππος τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως, ἐβασίλευσεν εὐσεβῶς ἔτη λζʹ, μῆνας δ´ καὶ ἥμισυ, ἐτελεύτησε δὲ κατὰ τὴν ιε´ τοῦ Αὐγούστου μηνὸς, ἤτοι τῆς ἡμέρας τῆς κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, ἰνδικτιῶνος ἰα´ τοῦ ϛχκϛ´ ἔτους. Ὁ κύριος Ἰωάννης ὁ Κομνηνὸς ὁ πορφυρογέννητος, ὁ υἱὸς αὐτοῦ ἐκράτησε μηνὶ Αὐγούστῳ ἰεʹ, ἰνδικτιῶνος ἰα´ τοῦ σχκϛ´ ἔτους, καὶ εὐσεβῶς ἐβασίλευσε καὶ θεαρέστως ἔτη κδʹ. μῆνας ζ, ἡμέρας κγ Ὁ υἱὸς αὐτοῦ ὁ πορφυρογέννητος κύριος Μανουήλ ὁ Κομνηνὸς ἐκράτησε μηνὶ Ἀπριλλίῳ αʹ, ἰνδικτιῶνος ϛʹ τοῦ ϛχναʹ ἔτους, καὶ ἐβασίλευσεν εὐσεβῶς ἔτη λζ, μῆνας εʹ, ἡμέρας κγʹ. Ἐξεδήμησε δὲ πρὸς Κύριον τῇ κδ τοῦ Σεπτεμβρίου μηνὸς, τῆς ιδ´ ἰνδικτιῶνος τοῦ ϛχπθʹ ἔτους, ὄρᾳ αʹ. διὰ τοῦ μεγάλου καὶ ἀγγελικοῦ σχήματος Ματθαῖος μοναχὸς μετονομασθείς. Κατὰ δὲ τὴν νʹ μηνὸς Σεπτεμβρίου, ἰνδικτιῶνος γ´ ἔτους ϛχοηʹ, ἤγουν ἐν τῷ κη ἔτει τῆς βασιλείας αὐτοῦ, ἐγεννήθη ὁ κάλλιστος υἱὸς αὐτοῦ ὁ πορφυρογέννητος κύριος Ἀλέξιος ὁ Κομνηνός. Ἐστέφθη δὲ παρ´ αὐτοῦ ὁ τοιοῦτος εἰς βασιλέα κατὰ ἰνδικτιῶνα εʹ τοῦ ϛχπ´ ἔτους. Μηνὶ Σεπτεμβρίῳ ιζʹ. ἰνδικτιῶνος ιʹ ἔτους ϛχπεʹ, γέγονεν ἐν τῷ κατάλυσις τοῦ βασιλέως κυρίου Μανουήλ τοῦ Κομνηνοῦ. Κατὰ δὲ τὴν ιγʹ´ ἰνδικτιῶνα τοῦ ϛχπην ἔτους, μηνὶ Μαρτίῳ βʹ. ἡμέρᾳ κυριακῇ, συνέζευζε τὸν κύριον Ἀλέξ ον τὸν υἱὸν αὐτοῦ γυναικὶ τῇ κυρᾷ Ἄννῃ, τῇ θυγατρὶ τοῦ εὐγενεστάτου ῥηγὸς Φραγγίας, μετὰ ἀραόῶνος εὐχῆς τούτοις δοθείσης παρὰ τοῦ οἰκουμενικοῦ πατριάρχου κυροῦ Θεοδοσίου τοῦ Ἀ τιοχίως. Κατὰ δὲ τὸν κδ´ τοῦ Σεπτεμβρίου μηνὸς, τῆς ιδ´ ἰνδικτιῶνος τοῦ ϛχπθ´ ἕτους, ὥρᾳ αʹ τῆς ἡμέρας καθ´ ἢν ὁ ἀείμνηστος πατὴρ αὐτοῦ τῆς ἐπιγείου βασιλείας ἠλλάξατο τὴν οὐράνιον, ἀνηγορεύθη αὐτοκράτωρ, καὶ ἐβασίλευσεν εὐσεβῶς σὺν τῇ μητρὶ αὐτοῦ τῇ δεσποίνῃ τῇ κυρᾷ Μαρίᾳ, τῇ διὰ τοῦ θείου καὶ ἀγγες λικοῦ σχήματος Σένη μετονομασθείσῃ, ἐχούσῃ παραδυνασνεύοντα τὸν πρωτοσεβαστὸν καὶ πρωτοβεστιάριον κύριον Ἀνδρόνικον τὸν Κομνηνὸν ἔτος αʹ, μῆνας ιαʹ, ἡμέρας γʹ. Εἶτα δῆθεν μόνης ἀναιρεθείσης τῆς ἁγίας γυναικὸς ἐκείνης παρὰ τοῦ τυράννου ἐκεῖ, καὶ ύτοῦ τοῦ τυράννου αὐθεντικῶς ποιοῦντος ὅσα ἐβούλετο, χρόνον ἓνα, μῆνας ιαʹ, ἡμέρας κδ´· εἶτα