Ancient Greek
331
Pseudo-Codinus Hist., De Annis Ab Orbe Condito 331
Unproofread scanNot analysed yet
ἀποπνιγέντος καὶ αὐτοῦ τοῦ πορφυρογεννήτου παρὰ τοῦ τυράννου, ἐβασίλευσεν ἀναφανεὶ; ὁ αὐτὸς Ἀνδρόνικος ἔτος ἐν, μῆνας ιʹ, ἡμέρας υʹ. Μετὰ ταῦτα ὑστέρως αὐτοῦ ὁ κύριος Ἰσαάκιος ὁ Ἄγγελος προσφυγὼν τῇ ἐκκλησίᾳ, κἀκεῖθεν ἀπελθὼν σὺν τῷ συρφετώδει λαῷ καὶ τοῖς φυλακίταις καί τισι τῶν συγγενῶν καὶ φίλων αὐτοῦ καὶ αὐτῷ τῷ πατριάρχῃ κυρῷ Βασιλείῳ τῷ Καματηρῷ εἰς τὸ μέγα παλάτιον, καὶ εἰσελθὼν ἐν αὐτῷ καὶ τῆς βασιλείας δεξάμενος, τοῦ Ἀνδρονίκου φυγόντος. Ἑάλω δὲ ἀνέμων βιαίων ἀντιπνευσάντων αὐτῷ ἐν τῷ Εὐξείνῳ πόντῳ ἤτοι τῇ μεγάλῃ θαλάσσῃ, καὶ ἔπαθεν ὅσα αὐτὸν ἴσως ἔδει παθεῖν. Χριστιανοὺς δὲ καὶ Ῥωμαίους, ταῦτα πρᾶξαι ἀνοίκειον ἦν ὅμως. Ἐβασίλευσε ὁ κύριος Ἰσαάκιος ὁ Ἄγγελος ἐτη θʹ. Ἐπ´ αὐτοῦ ἴσχεν ἀρχὴν ἡ ἐν Ζαγορίᾳ Βλάχων καὶ Βουλγάρων κατὰ τῶν Χριστιανῶν Ῥωμαίων ἐπανάστασις, καὶ ἐλεηλατίσθη πᾶσα ψυχὴ, καὶ ἠφανίσθη πᾶσα σχεδὸν δυτικὴ χώρα, ὑπὸ τὴν Ῥωμαϊκὴν οὖσα ἐπικράτειαν Ὀψὲ δέ ποτε ἐγερθέντες δῆθεν ἐκεῖνοι καὶ ὁρμήσαντες ἐκστρατεῦσαι κατ´ αὐτῶν, καὶ οὐκ ὀλίγα, ἐπισυναγαγόντες στρατεύματα, ὅμως καὶ οὕτως μετὰ τῆς συνήθους νωθρείας ἢ δειλίας περιπατοῦντες, ἢ ὅ τι ἂν εἴποι τις, καὶ διὰ τῶν κατ´ αἰγιαλιῶν κατερχομένου κάστρων, καὶ ἀπελθόντες μέχρι τῶν Κυψέλων. ὁ αὐτάδελφος αὐτοῦ κύριος Ἀλέξιος ὑποποιησάμενος τὸ στρατόπεδον καί τινας τῶν ὑπερεχόντων, μετὰ τοῦ αὐτοῦ ταῦτα αἰτιᾶσθαι τὸν ἀδελφὸν αὐτοῦ ἅπερ αὐτὸς μετὰ τὸ ἐγκρατὴς γενέσθαι τῆς βασιλείας πολλαπλασίονα ἐνεδείξατο, ἀνηγορεύθη βασιλεὺς αὐτοκράτωρ καὶ ἀμάχως ἐκάθισεν ἐπὶ τῆς σκηνῆς καὶ τῆς κλίνης αὐτοῦ, ἐκείνου πρὸς κυνηγέσιον ἀπελθόντος. Ὁ καὶ μαθὼν ἐκεῖνος φυγῆ ἐχρήσατο. Ἁλοὺς δὲ παρὰ τῶν οἰκείων αὐτοῦ, καὶ οὓς ἐν τάξει μεγάλων ἀνθρώπων εἶχε καὶ πιστοτάτων ἀνθρώπων, ἀπετυφλώθη ἐν τῆ κλεισούρᾳ τῆς Μάκρης, καὶ ἐβασίλευσεν ὁ κύριος Ἀλέξιος ἔτη ζʹ. Οὐαὶ δὲ τὴν Ῥωμανίαν ἐν ἐκείναις ταῖς ἡμίραις· αὐτοῦ γὸρ Σαρδαναπάλου διάγοντος, καὶ μηδ´ ὅλως μήτε αὐτοῦ μήτε τῶν θεραπευτῶν αὐτοῦ οἱανδήτιε στρατιωτικὴν ἢ ἀρχοντικὴν οἰκονομίαν ἐνησχολημένων, τὰ μὲν περιλειφθέντα κάστρα καὶ αἱ χῶραι τῆς δύσεως λεία Βλάχων γεγόνασι καὶ Κομάνων, μέχρι καὶ αὐτῶν τῶν παραλίων, καὶ τὰ πλείω δὲ ὑπὸ τὸν Ἰωαννίτζην γεγόνασι καθ´ ὁλόκληρον. Τέλος δὲ καὶ αὐτὴν τὴν μόνην περιλειφθεῖσαν εἰς βασιλείαν αὐτοῦ βασιλίδα τῶν πόλεων τοῖς Λατίνοις προέδοτο, αὐτὸς ἀνάνδρως καὶ ἀχρήστως φυγῶν. Τοῦ γὰρ ἀνεψιοῦ αὐτοῦ κυρίου Ἀλεξίου, τοῦ υἱου τοῦ κυρίου Ἰσαακίου, φυγόντος ἐντεῦθεν, ἀπελθόντος εἰς Ἀλαμανίαν εἰς τὸν ἐπ´ ἀδελφῇ γαμβρὸν αὐτοῦ τὸν Φίλιππον, τοῦ μετὰ στόλου Λατινικοῦ βαρέως ἀπελθόντος, μετὰ τὸ ἐπισυναχθῆναι πανταχόθεν τοὺς στρατιώτας καὶ σφαδάζειν ὑπὲρ τῆς πατρίδος αὐτῶν, ἐφαίνετο αὐτὸς ἡμέραν ἐξ ἡμέρας τὸν πρὸς