Ancient Greek
Page 132
Pseudo-Codinus Hist., De officiis (+ officia palatii Constantinopoleos) (e codd Vat. gr. 162 % 975) 132
Not analysed yet
Περὶ μελλονύμφης δεσποίνης· Περὶ τῶν βασιλέων τῶν βασιλευσάντων τῇ Κωνσταντινουπόλει μέχρι καὶ αὐτῆς τῆς παρὰ τῶν Ἀγαρηνῶν γενομένης ἁλώσεως· Περὶ τῶν πατριαρχῶν τῆς αὐτῆς Κωνσταντινουπόλεως διὰ στίχων ἰαμβικῶν. Ἰστέον ὅτι τὰ χρυσοκόκκινα σκιάδια φοροῦσιν οἱ ἀπὸ τοῦ πανυπερσεβάστου μέχρι τοῦ μεγάλου στρατοπεδάρχου· τὰ δὲ συρματηρά, οἱ ἀπὸ τοῦ μεγάλου πριμμικηρίου μέχρι τοῦ παρακοιμωμένου τῆς σφενδόνης· τὰ δὲ κλαπωτά, οἱ ἀπὸ τοῦ πρωτοβεστιαρίτου μέχρι τέλους. Ὁ γὰρ λογοθέτης τῶν ἀγελῶν, εἰ καὶ μεταξὺ τοῦ τῆς σφενδόνης καὶ τοῦ πρωτοβεστιαρίτου εὑρίσκεται, ἀλλ' οὖν μήτε συρματερόν, μήτε κλαπωτὸν σκιάδιον φέρει, ἀλλὰ διὰ βλατίου ἄσπρου μετὰ μαργελλίων. Τὰ δὲ σκαράνικα φοροῦσιν οἱ ἀπ' ἀρχῆς μέχρι τοῦ λογοθέτου τῶν ἀγελῶν· τὰ δὲ κόκκινα οἱ ἀπὸ τοῦ ἀκολούθου μέχρι τέλους.