Ancient Greek
Page 133
Pseudo-Codinus Hist., De officiis (+ officia palatii Constantinopoleos) (e codd Vat. gr. 162 % 975) 133
Not analysed yet
Περὶ τῆς τάξεως τῶν ἀξιωμάτων τοῦ παλατίου. Δεσπότης· σημείωσαι ὅτι οἱ τοῦ βασιλέως υἱοὶ οἱ δεσπόται προΐστανται τῶν ἀδελφῶν καὶ τῶν γαμβρῶν τοῦ βασιλέως, δεσπότων καὶ αὐτῶν ὄντων. B7 Σεβαστοκράτωρ· ἰστέον ὅτι μέχρι τῆς βασιλείας Ἀλεξίου τοῦ Κομνηνοῦ τὸ τοῦ σεβαστοκράτορος ἀξίωμα οὐκ ἦν, ἀλλ' εὐθὺς μετὰ τὸν βασιλέα πρῶτον πάντων ἦν τὸ τοῦ καίσαρος. Οὗτος δὲ ἐπεὶ τὸν Μελισσηνὸν Νικηφόρον τῷ τοῦ καίσαρος ἀξιώματι προφθάσας τετίμηκε, ἦν δ' αὐτῷ καὶ ὁ ἀδελφὸς αὐτοῦ καὶ πρῶτος κατὰ χρόνον, ὁ Κομνηνὸς Ἰσαάκιος, ἐχρῆν δὲ τοῦτον μείζονι τιμηθῆναι ἀξιώματι, ἕτερον δ' ἀξίωμα οὐκ ἦν, ὡς ἔφθημεν εἰπόντες, πλὴν τοῦ καίσαρος, ὠνοματοποίησε νέον ἀξίωμα, συνθεὶς αὐτὸ ἀπό τε τοῦ σεβαστοῦ καὶ τοῦ αὐτοκράτορος, ἐφηρμόσατο τἀδελφῷ, τὸ σεβαστοκράτωρ δηλαδή, δεύτερον οἱονεὶ βασιλέα τοῦτον πεποιηκώς, καὶ ὑπεβίβασε τούτου τὸν καίσαρα καὶ τρίτον ἐν ταῖς εὐφημίαις τοῦτον δὴ τὸν καίσαρα, μετὰ τὴν τοῦ αὐτοκράτορος εὐφημίαν ἀναγορεύεσθαι ἀπηριθμήσατο.