Ancient Greek
229
Pseudo-Codinus Hist., Patria Constantinopoleos 229
Unproofread scanNot analysed yet
γατο πελαργοὺς, ἀντιπροσώπως ὁρῶντας ἀλλήλους, οἳ καὶ μέχρι τοῦ νῦν διαμένουσιν, οὖ συγχωροῦντες ἐπιφοιτῆσαι τῇ πόλει τὸ τῶν πελαργῶν γένι Ἐπὶ δὲ τοῖς εἰρημένοις τοῦ στρατηγοῦ Διναίου τὸν βίον μεταλλάξαντος, Λέων τις τῶν Βυζαντίων τὴν ἀριστοκρατίαν ἐδέξατο, ἐφ´ οὕ Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς, Ἀμύντου παῖς γεγονὼς, πολλὴν ἐπαγόμενος δύναμιν ἐπολιόρκει τὴν πόλιν, διώρυξί τε καὶ πολεμικαῖς μηχαναῖς τοῖς τείχεσι προσπελάζων· καὶ ταύτην ἂν εἶλε ῥᾳδίως νυκτὸς ἐπιλαβόμενος ἀσελήνου, καὶ ὄμβρου καταῤῥαγέντος ἐξαισίου, εἰ μή τις αὐτοῖς τοῦ θείου γέγονε συμμαχία, τοὺς κατὰ τὴν πόλιν πρὸς ὑλακὴν ἀναστήσστος κύνας, καὶ νεφέλας πυρὸς τοῖς ἀρκτῴοις ἐπάγοντος τόποις· ἐξ οὗπερ οἱ δῆμοι ἐπεγερθέντες ἤδη τὴν πόλιν ὑπὸ πῷ Φιλίππῳ γενομένην ἐῤῥύσαντο, ἀναλαβόντες τοὺς διαφθαρέντας πύργους τοῖς ἐκ τῶν τάφων παρακειμένοις λίβοις, καὶ ἀνοικοδομήσαντες τὰς ἐπάλξεις τοῦ τείχους, σὖ δὴ χάριν τὸ τεῖχος Τυμβοσύνην ἐκάλεσαν, λαμπαδηφόρον Ἑκάτης ἀναστήσαντες ἄγαλμα. Αὖθις δὲ πρὸς ναυμαχίαν τραπέντες περιφανῶς τοὺς ΜακεἘλῶάσισό Χτ δ ὸ καὸιατὸιστιιύιάὸέτο Ἐπεὶ δὲ καὶ Λέων τὸν βίον μετήλλαξεν, ὁ τῶν Ἀθηναίων στρατηγὸς Χάρης, σὖ ναυσὶ μʹ εἰς συμμαχίαν Βυζαντίων ἐλθὼν πρὸς τὸν κατὰ Φιλίππου πόλεμον, κατέλαβε τὴν ἄκραν τῆς Προποντίδος, ἢ τις μεταξὺ κεῖται Χαλκηδόνος καὶ Χρυσοπόλεως, καὶ ἐν ἐκείνῳ τῷ τόπῳ προσορίσας ἀπόπειραν ἐλάβανε τοῦ πολέμου. Ἔνθα καὶ τὴν γυναῖκα αυν. ἑπομένην ἔχων αὐτῷ, νόσῳ βληθεῖσαν ἀποβαλὼν ἐν τάφῳ κατέθηκεν, ἀναστήσας αὐτῇ βωμὸν καὶ κίονα, ἐν ᾧ δάμαλις δείκνυται ἐκ ξεστοῦ λίθου. Οὕτω γὰρ τὴν ἐπωνυμίαν ἐκέκλητο ἐκείνη ἡ ἀ γυνὴ τοῦ Χάρητος, ὅ περ καὶ διὰ τῶν ἐγγεγραμμένων ἐκεῖσε στίχων ἀριδήλως ἐμφαίνεται, μέχρι τῶν καθ´ ἡμᾶς διασωζομένων χρόνων. Εἰσὶ δὲ οἱ στίχοι οὖτοι· Ὀαχίης οὐκ εἰμὶ βοῦς τύπος, οὐδ´ ἀπ´ ἐμεῖο Κλψζεται ἀντωπὸν Βοσπόριον πέλαγος. Κείνην γὸρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν ΙἪίρας Ἐς ἂάρον· ἣδε δ´ ἐγὸ Κεκροπίς εἰμι νέπνς. Εὐνέτις ἢν δὲ Χάρητος, ἔπλων δ´ ὅτε πλῶεν [ἐκεῖνος Τῆδε Φλιππείων ἀντίπαλρς σκαόέων Βοιίδιον δ´ ἥκοιον ἐγὼ τότε· νῦν ὀὲ Χάρητο Εὐνέτις ἡπείροι τέρπομαι ἀμφοτέροις. Τοῦ δὲ Χάρητος εἰς Ἀθήνας ἐκπλεύσαντος, Πρωτόμαχος τὴν στρατηγικὴν ἀρχὴν διαδέχεται, δς τοὺς ἐπαναστάντας Θρᾷκας καταδουλωσάμενος τοῖς ὅπλοις ἐν τῷ καλουμένῳ Μιλίῳ τόπῳ τῆς πόλεως χάλκεα ἀνέστησε τρόπαια. Κατοιχομένου δὲ καὶ τούτου,