Ancient Greek
230
Pseudo-Codinus Hist., Patria Constantinopoleos 230
Unproofread scanNot analysed yet
Τιμήσιος ἀνὴρ τῶν ἐν Ἀργείοις τραφέντων πρῶτον μὲν κατὰ τὸν Εὔξεινον πόντον πρὸς τῷ λεγομένῳ Ἐφεσιάτηνθα ποτὲ Ἐφέσιοι ἀποικίας πέμψαντες καὶ πόλιν οἰκοδομεῖν πειραθέντες αὐθις τοῦ Βυζαντίου ὑπήκουσαν λόγου· Ὅλβιοι οἱ κείνην ἱερὴν πόλιν οἰκήσουσιν Ἀκτὴν Θρηικίην τʹ ἔννγρον παρά τε στόμο [Πόντου, Ενθαδύο σκύλακες πολιὴν λάπτουσι θάλασσαν, Ἕνθ´ Ἰχθὺς ἔλαφός τε νομὸν βόσκονται ἐ ἀντικαταστῆσαι πόλιν ἐπιχειρήσας καὶ διαμαρτὼν τῆς ἐλπίδος συνοικίζεται Βυζαντίοις, καὶ στρατηγὸς ἀναδειχθεὶς τοῦ παντὸς δήμου πᾶσαν ὁμοῦ τὴν πόλιν εἰς τὸ μεῖζον καὶ περιφανέστερον μετεῤῥύθμισε, νόμους περὶ τῶν καθ´ ἡμέραν συμβολαίων τιθέμενος, καὶ ἔθη καθιστάς πολιτικὰ δι´ ὧν ἀστείους τε καὶ φιλανθρώπους τοὺς πολίτας ἀνέδειξεν. Ἰεοά τε θεῶν πλεῖστα τὰ μὲν αὐτὸς ἀνεστήσατο, τὰ δὲ καὶ πρὶν ὄντα διεκόσμησε· τὸν γὰρ πρὸς τῇ ἄκρᾳ τῆς Προποντίδος θαλάσσης κείμενον ναὸν, ὃν Ἰάσων ποτὲ τοῖς δώδεκα θεοῖς καθίδρυσε, κατηρειπωμένον ἀνήγειρε, καὶ τὸν ἐπὶ τῷ Φρίξῳ λεγομένῳ λιμένι Ἀρτέμιδος οἶκον ἀνεκαίνισε. Ἐπὶ δὲ τούτω Καλλιάδος στρατηγήσας τοῦ Βυζαντίου, ἄριστά τε πρὸς τοὺς ὀθνείους καὶ ἐμφυλίους πολέμους ἀγωνισάμενος, τὸ περιβόητον καὶ θαυμαστὸν τοῦ Βύζαντος ἄγαλμα κατὰ τὴν λεγομένην Βασιλικὴν ἀνέθηκε, καὶ ἐπέγραψεν οὕτως· Τὸν κρατερὸν Βύζωντα καὶ ἱμερτήν ΦδάΚονι κρσιήσας ἄνθετο Καλλιάδης. [λειαν