Ancient Greek
231
Pseudo-Codinus Hist., Patria Constantinopoleos 231
Unproofread scanNot analysed yet
Ἀλλὰ ταῦτα μὲν ἀριστοκρατουμένων τῶν Βυζαντίων ἔτι δὲ καὶ τυραννουμένων κατὰ διαφόρους συμβέβηκε χρόνους· ὡς δὲ τῇ τῶν ὑπάτων ἐπιστατείᾳ ἡ τῶν Ῥωμαίων ἀρχὴ πάσας ὑπερεβάλλετο τὰς δυναστείας, κατεδούλωσε δὲ καὶ Ἔλληνας, εἰκότως αὐτῇ καὶ Βυζάντιοι πειθόμενοι διετέλουν. Ἐπεὶ δὲ μετά τινας χρόνους Σεβήρου τῆς Ῥώμης βασιλεύοντος αὐτοὶ τὴν τοῦ τυραννήσαντος τῶν ἑῴων Νίγρου προτιμήσαντες ἐλπίδα εἰς χεῖρας ἐλθεῖν ἐτόλμησαν πρὸς τὸν αὐτοκράτορα, ἀφαιρεθέντες τῶν πολιτικῶν δικαίων, καὶ τῆς στεφάνης αὐτῆς τοῦ τείχους καταλυθείσης, Πειρινθίοις ἐτάχθησαν δουλεύειν τοῖς καλουμένοις Ἡρακλεώταις. Παυσαμένης δὲ τῆς ὁργῆς τοῦ Σεβήρου αὖθις τοῦτον ἔσχον εἰς βασιλέα, ὃς καὶ εἰς μείζονα καὶ περιφανῆ κόσμον ἐπανήγαγε τὸ Βυζάντιον. Λουτρὸν μὲν μέγιστον κατὰ τὸν τοῦ ἱππίου Διὸς βωμὸν, ἤτοι τὸ Ἡρακλέους καλούμενον ἄλσος, ἀνήγειρεν, ἔνθα δὴ καὶ τὰς Διομήδους δαμάσαντες ἴππους Ζεύξιππον τὸν τὰ πον ὡνόμασαν. Καὶ τὸν αὐτοῦ πλησιάζοντα χῶρον τοῦ ἱπποδρομίου, τοῖς τοῦ Διὸς ἀνακείμενον κούροις, ἰκρίοις τε καὶ στοαῖς διεκόσμησεν, ἔνθα καὶ νῦν οἱ καμπτῆρες δηλοῦσι τὰ τῶν ἐφόρων γνωρίσματα διὰ τῶν ἐπικειμένων ὡῶν τοῖς χαλκοῖς ὅήόλῆςʹ ῆλ´ πρῷς απλον «κο σρ πυων πομς κωσοι παωὰρην πόλις κατωνομάζετο· ἀπὸ δὲ τοῦ Βύζαντος μέχρι τοῦ Σεβήρου ἔτη διῆλθον ἑξακόσια ὀγδοήκοντα