Ancient Greek
236
Pseudo-Codinus Hist., Patria Constantinopoleos 236
Unproofread scanNot analysed yet
ἄρτους ἡμερησίους, ὀνομάσας αὐτοὺς παλατίνους, τοὺς ἐκ τοῦ παλατίου χορηγουμένους, οἶνόν τε καὶ κρέας καὶ ἔλαιον καὶ σιτηρέσια τάξας, ὡν καὶ μέχρι τοῦ νῦν ἡ πόλις ἀπολαύει, τῶν ὑπ´ αὐτοῦ ῥιφέντων καλάμων φέρουσα τὰ γνωρίσματα. Νόμους τε καὶ συμβόλαικ καθ´ ἑκάστην τιθεὶς ἀπὸ τοῦ βελτίστου καὶ δικαίου, τείχεσί τε ἀινίστοις περικλείσας τὴν πόλιν, καὶ διαφόροις οσμήσας τρόποις εἰς ζῆλον τῆς πρεσβυτέρας Ῥώμης περιφανεστέραν ἀπέδειξεν. ᾨκοδόμησε δὲ ἐν πρώτοις ἱεροὺς οἵκους δύο, ἕνα μὲν ἐπ´ ὁνόματι τῆς ἀγίας Εἰρήνης, ἔτερον δὲ τῶν ἁγίων Ἀποστόλων, καὶ τὰ τῶν Ἑλλήνων ἅπαντα καθεῖλε θρησκεύματα· εῖτα καὶ ἄλλους πολλοὺς ἀνήγειρεν, οὓς μετ´ ὀλίγον εἴπωμεν. Ἔκτισε δὲ τὴν ἁγίαν Σοφίαν ξυλόστεγον· ἀφ´ ἦς ἀφῃρέθησαν στῆλαι τετρακόσιαι εἴκοσι ἑπτὰ, καὶ πλείονες μὲν Ἑλλήνων ὑπάρχουσαι, Διὸς καὶ Κάρου τοῦ πατρὸς Διοκλητιανοῦ, καὶ τὸ δωδεκάζωδον, καὶ ἡ σελήνη, καὶ ἣ Ἀφροδίτη, καὶ Ἀθηνᾶς ἀπὸ τοῦ πλευροῦ Ἱέρωνα τὸν φιλόσοφον μαντευόμενον ἔχουσα, τῶν δὲ Χριστιανῶν ὀλίγαι τινὲς, ὡς εἶπον. Ἔκτισε δὲ καὶ τὸν ναὸν τοῦ ἁγίου Ἀγαθονίκου· ὁ ἀγαθοδότης βασιλεὺς, καὶ τὸν ναὸν τοῦ ἁγίου Ἀκακίου, καὶ τὸν ναὸν τῶν ἁγίων Ἀποστόλων μετὰ τῆς μητρὸς αὐτοῦ, δρομικὸν καὶ τοῦτον ποιήσας καὶ ξυλόστεγον. Ἀλλὰ καὶ μνημοθέσια τῶν βασιλέων, ὧν ἐν ἑνὶ καὶ αὐτὸς τέθειΧρὴ