Ancient Greek
237
Pseudo-Codinus Hist., Patria Constantinopoleos 237
Unproofread scanNot analysed yet
δὲ εἰδέναι ὅτι τῶ πεντακισχιλιοστῷ ὀκτακοσιοστῷ τριακοστῷ ἑβδόμῳ ἔτει τοῦ κόσμου, τῷ τρίτῳ μηνὶ τῆς δευτέρας ἐπινεμήσεως, τῇ εἰκοστῇ ἕκτῃ τοῦ Σεπτεμβρίου μηνὸς, ἐν ἡμέρᾳ τετάρτῃ, ὄντος τοῦ ἡλίου εἰς τὸ τοῦ Τοξότου ζώδιον, ὡροσκόπει γὰρ Καρκίνος, τῷ πρώτῳ ἔτει τῆς διακοσιοστῆς ἑξηκοστῆς πέμπτης ὀλυμπιάδος, ἐπήξαντο τοὺς θεμελίους τῶν δυτικῶν τειχῶν τῆς Κωνσταντινουπόλεως. Καὶ ἐν ἐννέα μησὶ τό τε χερσαῖον καὶ παράλιον τεῖχος μετὰ πλείστων οἰκοδομημάτων τῶν ἐν τῇ πόλει δομηθέντων ἀπαρτίσαντες, τῇ ια´ τοῦ Χαίου μηνός τὰ ἐγκαίνια τῆς πόλεως γέγονε, καὶ προσηγορεύθη Κωνσταντινούπολις. Ἐπὶ δὲ τῇ τῶν ἐγκαινίων ἡμέρᾳ διέταξεν ἐπὶ τοὺς ἐφιξῆς χρόνους τὴν αὐτοῦ στήλην ὁρᾶσθαι μετὰ τῆς εἰθισμένης τιμῆς, ἱππικοῦ ἀγομένου, τῷ κατὰ καιρὸν βασιλεύοντι καὶ τῷ δήμῳ καὶ ἀνέρχεσθαι μέχρι τοῦ στάματος. Ταῦτα ἐπράχθη τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ μεγάλουΚων σταντίνου, συμπραττόντων αὐτῷ καὶ συνιυδοκούντοων εἰς τὴν τοιαύτην οἰκοδομὴν τῆς θεοφρουρήτου