Ancient Greek
238
Pseudo-Codinus Hist., Patria Constantinopoleos 238
Unproofread scanNot analysed yet
πόλεως Εὐφράτου παρακοιμωμένου, Οὐρβικίου καὶ Ὀλυβρίου τῶν πραιποσίτων, Ἰσιδώρου, καὶ Εὐστοργίου καὶ Μιχαήλ πρωτοβεστιαρίου, ἀμφοτέρων πατρικίων ὄντων, καὶ Ὡνορισίου ἐπάρχου, καθὼς ἱστοροῦσιν Εὐτυχιανὸς πριωτοασηρκήτης ὁ γραμματικὸς, καὶ Εὐτρόπιος. ὁ σοφιστὴς ὁ τῷ παραβάτῃ Ἰουλιανῷ συμπαρὼν ἐν τῇ Περσίδι, καὶ ὁ ἐπιστολογράφος Κωνσταντῖνος, Ἐλεύσιός τε διάκονος ὁ φιλόσοφος, καὶ Τρωίλος ὁ ῥήτωρ ὁ πολλὰς ἀρχὰς μετὰ δόξης ἀνύσας, καὶ Ἡσύχιος ὁ τκχυγράφος. Οὗτοι πάντες αὐτόπται γενόμενοι τῶν τηνικαῦτα πραχθέντων ἀκριβῶς ταῦτα συνεγράψαντο. Ἐν δὲ τῷ αὐτῷ δωδεκάτῳ ἔτει τῆς βασι. λείας αὐτοῦ ἐποίησεν, ὡς εἴρηται, μείζονα τὴν ύζαντος πόλιν, καὶ ἐκάλεσεν αὐτὴν Κωνσταντινούπολιν -. Ἔκτισε δὲ καὶ τὰ παλάτια τὰ ἀπό τε τῆς χαλκῆς καὶ τῶν ἐξκουβίτων, καὶ ναὸν ἀνήγειρεν ἐκεῖσε τῶν ἁγίων ἀποστόλων, καὶ τὴν θόλον τῆς Ἑπταλύχνου, ἡ καὶ μίχοι τοῦ νῦν ζεται ἔσωθεν τῶν σχολῶν, καὶ τὸ τριβουνάλιον, καὶ τὰ νῦν ὀνομαζόμενα Νούμερα, καὶ αὐτὰ εἰς παλάτειον, καὶ τὰ δεκαεννέα Ἀκκούβιτα, καὶ τὸ Στέψιμον, καὶ τὸν ναὸν τοῦ ἀγίου Στεφάνου, ὅνπερ εἶχε χειμερινὸν κοιτῶνα. Ἀνήγειρε δὲ καὶ τὴν Μαγναύραν καὶ τὴν τοῦ Κυρίου ἐκκλησίαν