Ancient Greek
245
Pseudo-Codinus Hist., Patria Constantinopoleos 245
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΑΓΑΛΜΑΤΟΝ ΣΤΗΛΩΝ, ΚΑΙ ΘΕΑΜΑΤΟΝ ΤΗΣ ΚΩΝΣΤΑΝΝΗΝΟΥΠΟΛΕΩΣ. Περὶ ἀγάλματος τοῦ Ἰάνου. Τὸ ἄγαλμα τοῦ Ἰάνου ἱστοροῦσι τετράμορφον διὰ τὰς τέσσαρας τροπάς. Ἄλλοι δὲ πλάττουσι αὐτὸν ἐν τῇ δεξιᾷ κλεῖδα κατέχειν, ὡς ἁρχὴν τοῦ χρόνου, καὶ ἄνοιξιν τοῦ ἐνιαυτοῦ καὶ θυρεόν· ἔτεροι δὲ τῇ δεξιᾷ χειρὶ κρατεῖν ψήφων τριακόσια, τῇ δὲ εὐωνύμῳ ἑξήκοντα πέντε, ὡσανεὶ πατέρα τοῦ χρόνου. Περὶ ἀγάλματος κρατοῦντος δόρυ. Τὸ τῆς Ἀθηνᾶς ἄγαλμα δόρυ κρατεῖ, ὃιὰ τὸ σταθερὸν καὶ ἀνδρεῖον· ὁμοίως καὶ ἀσπίδα, διὰ τὸ πᾶσαν ἐπιβουλὴν διὰ τῆς σοφίας ἀπωθεῖσθαι· ἡ αὐτὴ γὰρ ἔστι τῷ νῷ. Καὶ περικεφαλαίαν διδόασιν αὐτῇ, διὰ τὸ εἶναι τῆς σοφίας τὸ ἀκρότατον, ἀθέατον· καὶ ἐλαίαν, ὡς καθαρωτάτης οὐσίας οὔσης· φωτὸς γὰρ