Ancient Greek
246
Pseudo-Codinus Hist., Patria Constantinopoleos 246
Unproofread scanNot analysed yet
βλη ἡ ἐλαία. Καὶ Γοργόνα διδόασιν ἐπὶ τοῦ στήθους αὐτῇ, διὰ τὸ ταχὺ τοῦ νοῦ. Περὶ τοῦ ἀγάλματος κρατοῦντος κιθάραν κιθάραν ἐπὶ χειρῶν πλάττουσι τοῦ Ἀπόλλωνος, οίονεὶ τὸν ἤλιον τοῦ παντὸς ἀρμονίαν. Κιρνάμενος γὰρ τοῖς λοιποῖς ἄστρασι, καὶ τίκτει καὶ ζωογονεῖ. Περὶ ἀγάλματος κρατοῦντος ψαλίδα χαλκῆν. Τὴν Ἦραν λέγουσιν εἶναι τὸν ἀέρα· καὶ ἐπεὶ ὁ ἀήρ καθαίρει, ποιοῦσι τῆς Ἥρας τὸ ἄγαλμα βαστάζειν ψαλίδα χαλκῆν. Ἀπὸ μεταφορᾶς ψαλίδος, τῆς ἄνω κειρούσης τὰς τρίχας, καὶ καθαρὸν ἀποδεικνυούσης τὸ σῶμα. Περὶ ἀγάλματος βαστάζοντος πύργον. Γὴν Δήμητραν οι παλαιοὶ τὴν γῆν καλοῦσι· καὶ ἐπειδὴ ἕδρα πάσης πόλεως ἡ γῆ ἐστιν, ὡς βαστάζουσα τὰς πόλεις, πλάττεται πυργοφόρος Περὶ ἀγάλματος κτένα φέροντος. Τῆς Ἀφροδίτης τὸ ἄγαλμα κτένα φέρει. Ἐπειδὴ συνέβη ποτὲ ταῖς τῶν Ῥωμαίων γυναιξί, κνήφην λοιμώδη γενέσθαι, καὶ ξυρουμένων πασῶν, γεγόνασιν αὐταῖς οἱ κτένες ἀχρεῖοι. Εὐξαμένας δὲ τῇ Ἀφροδίτη, ἀνατριχωθῆναι, τιμῆσαί τε αὐτὴν ἀγάλμασι κτένα φέρουσι. Πλάττουσι δὲ αὐτὴν καὶ γένειον ἔχειν· ἔτι δὲ καὶ ἄῤῥενος καὶ θηλείας ὄργανα. Αὐτὴν γὰρ λέγουσι ἔφορον γενέσεως τοῦ παντός· καὶ ἀπὸ τῆς ὀσφύος τῆς ἄνωθεν, λέγουσιν αὐτὴν ἄῤῥενα, τὰ δὲ κάτω θήλειαν. Πλάττουσι δὲ αὐτὴν καὶ ἔφιππον, ὅτι Αἰνείας ὁ υὸς αὐτῆς πλεύσας μέχρι τῆς δύσεως, μετὰ τοῦτο ἵππῳ ἐπέβη, καὶ τὴν μητέρα ἐτιμήσατο τοιούτῳ ἀγάλματι. Ὡς εἰοκίαονο ἱμιπίᾳετο