Ancient Greek
272
Pseudo-Codinus Hist., Patria Constantinopoleos 272
Unproofread scanNot analysed yet
Ἐν δὲ τῇ κατωγείῳ πόρτᾳ τῇ νῦν πληρεστάτῃ, στοιχεῖον ἵστατο τῆς Φειδαλίας Ἑλληνίδος, οἶμαι δὲ τῆς ἀρχαιοτάτης ἐκείνης, τῆς γυναικὸς τοῦ Βύζαντος. Ἀρθείσης δὲ κελεύσει τοῦ βασιλέως τῆς στήλης θαῦμα ἦν ἰδέσθαι, τὸν τόπον ἐκεῖνον ἐπὶ πολὺ εἶναι σειόμενον, ὥστε πάντας, ἀλλὰ μὴν καὶ τὸν βασιλέα θαυμάσαι καὶ λιτὴν ἐπελθεῖν, καὶ μόλις παυθῆναι τὸν σεισμὸν, Σάββα τοῦ ὁσιωτάτου τῷ τότε ἐνδημοῦντος καὶ εὐξαμένου ὑπὲρ τούτου. Ἐν τῇ λεγομένῃ Νεολέᾳ εἰς τοὺς πλεκτοὺς κίονας στήλη γυναικεία χρυσέμβαφος ἴσταται ἐπὶ ἅρματος καὶ βωμὸς μετὰ μοσχαρίου. Ἐν οἷς καὶ ἵπποι χρυσολαμπεῖς τέσσαρες, καὶ διφρηλάτης ἐπὶ τοῦ δίφρου, ἐν τῇ δεξιᾷ φέρων χειρὶ στηλοειδές τι ἄγαλμα, ὅπερ, ὡς προεγράφη, εἰς τύχην τῆς πόλεως ὁ μέγας Κωνσταντῖνος ἐτίμησε. καὶ τω- τοῦ μεγάλου Θεοδοσίου θέαμα παρὰ τῶν σοὶ· τῶν γενόμενον. Μετὰ κηρῶν λευκοφοροῦντες οἱ πολῖται καὶ ὀψικεύοντες, ἐπάνω ἅρματος φέψοντες ἦγον ἕως τοῦ στάματος ἀπὸ τῶν καγκέλλων. Τοῦτο δὲ ἐξετέλουν, ὅτε τῆς πόλεως ἑόεταζον τὸ γενέθλιον. Ἐκεῖσε δὲ ἔνζωδοι ἐστηλώθησαν εἰς τοὺς δύο κίονας ὁ Ἀδὰμ καὶ ἡ Εὔα, καὶ ἡ Εὐθηνία καὶ ὁ Λιμός. Ἐν τῷ λεγομένῳ λιμένι τοῦ Νεωρίου βοῦς ἵστατο χαλκοῦς παμμεγεθέστατος. Κράζειν δὲ αὐτὸν Πενον ὡς βοῦν μίαν τοῦ ἐνιαυτοῦ, καὶ γίνεσθαι παράπτωμά τι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ᾖ ἔκραξεν. ΚΜαυρικίου στήλη καὶ τῆς γυναικὸς καὶ τῶν