Ancient Greek
273
Pseudo-Codinus Hist., Patria Constantinopoleos 273
Unproofread scanNot analysed yet
τέκνων αὐτοῦ ἵστατο ἐν τῇ χαλκῇ. ἄνωθεν τῆς θεανδρικῆς εἰκόνος, ἐκτεταμένας τὰς χεῖρας ἔχουσαι. Ὑπ´ αὐτοῦ δὲ τοῦ Μαυοικίου κατεσκευάσθησαν. Αἱ δὲ λοιπαὶ ἐκ τῆς τῶν Ἀθηναίων ἥκασι γῆς. Φιλοσόφου ὃέ φασιν εἶναι, ὡς λέγει καὶ ὁ Λιγύριος Μεσὰ τὸ σφαγῆναι παρὰ τοῦ τυράννου ωκὰ Μαυρίκιον, εἶς τις διάκονος τῶν μαθητῶν Εὐτυγίου τοῦ αἱρετικοῦ, ὀνόματι Ἄκατος, ἰδὼν ἡττηθέντας τοὺς περὶ αὐτοῦ διδασκάλους, κἀκεῖνος ἀποδράσας κατέλαβε κάστοον τι καλούμενον Σεοαπίωνα Τοῦτο δὲ ἐτύγχανεν ὃν ἕν τῶν παρὰ Πέρσαις ῥηγίων. Καταμηνύει δὲ Περιττίῳ τῷ φρουράρχῳ τὰ τῆς ἀσθενείας τῶν ἐν τῇ Χαλκηδόνι οἰκούντων, προσθείς ὅτι ἅμα τῷ καταλαβεῖν αὐτὸν τούτους χειρώσεσθαι. Καὶ δῆτα ἀμηνυτὶ στρατεύσας ὁ ῥηθεὶς Πέρσης, καὶ ἔχων στρατωτῶν ἐβδομήκοντα χιλιάδα, καταλαμβάνει τὴν Χαλκηδόνα· οἱ δὲ μόλις ἴσγυσαι διαφυγεῖν εἰς Κωνσταντινούπολιν μετὰ τῶν τιμίων λειψάνων τῆς ἁγίας Εὐφημίας, ὑπὲρ ἧς τὸ πλέον ἐσπούδαζεν ὁ προδότης καὶ ἀνίερος Ἄκατος, θίλων ἀμῦναι αὐτὴν, διότι τοὺς αἱρέσεως αὐτῶν τόμους κατῄσχυνεν, ἄμα δὲ καὶ διότι οὐ συνεχωρήθη Εὐτύχιον τὸν ἀτυχῆ τὴν τοιαύτην εὐτυχῆσαι μητρόπολιν Λεγπλατήσαντες δὲ τότε τὰ ἐκεῖσε πάντα οἱ Πέρσαι ἔλαβον καὶ τὸ χρυσέγκαυστον ἄγαλμα τοῦ Ἡλίου θεοῦ τοῦ λεγομένου Κρόνου, καὶ ἀπήγαγον εἰς Περσίαν, καὶ ἐτίμησαν ὡς θεόν. Ἐπὶ Λέοντος τοῦ Ἰσαύρου πολλὰ θεάματα ἀρχαίων παρελύθησαν καὶ ἠφανίσθησαν διὰ τὸ παντελῶς ἀλόγιστον αὐτοῦ. Ἐν τῷ ναῷ τοῦ ἁγίου Μωκίου ἐν τοῖς Κούσοις