Ancient Greek
274
Pseudo-Codinus Hist., Patria Constantinopoleos 274
Unproofread scanNot analysed yet
ἣν τὸ λεγόμενον Τρίζωδον κάτωθεν, ἐν ᾧ καὶ ἀστρονόμουν ποτὲ οἱ Ἔλληνες, εἰδωλείου καὶ τοῦ ναοῦ ὄντος. Ἀλλ´ ἐπάρθη καὶ ἠφανίσθη ἱερωθέντος τοῦ ναοῦ. Καὶ τύμβοι δὲ πολλοὶ Ἑλλήνων καὶ Ἀρειανῶν ὑπῆρχον ἐν τῷ πάτῳ, καὶ σκηνώματά τινα συγκεχωσμένα εἰς πλῆθος. Ἐν δὲ τῇ πρὸς βοῤῥᾶν πόρτᾳ τοῦ κάστρου Πανόρμου, ὃ ὑπὸ Πανόρμου τινὸς Ἕλληνος ἐκτίσθη, διὰ σιδήρου καὶ χαλκοῦ ἀναμεμιγμένου ἵστατο στήλη γυναικεία δικάρηνος. Ἔνθα δὲ καὶ καλόν τι πρᾶγμα ἐγεγόνει· ἐμπρησμοῦ γάρ ποτε τὸ κάστρον κατειληφότος, καὶ πάσης τῆς πόλεως μετὰ καὶ τῶν τειχῶν αὐτῆς ἀφανισθείσης, τὸ πυργίον ἐκεῖνο τῆς πόρτης, οὖ ἡῥηθεῖσα στήλη ἵστατο, οὐ μόνον ἔτι οὐκ ἐβλάβη ὅλως, ἀλλὰ καὶ τὸ πῶρ ὀργυιὰς δεκαπέντε ὑπεχώρει τοῦ τοιούτου ζωδίου. Ἥτις τοῦ Χοσρόου πολιορκήσαντος τὴν πόλιν παρελήφθη ὑπὸ Περσῶν, καὶ ἔστιν ἕως τοῦ νῦν λατρευόμενον ἐν Περσίδι. Καθ´ ὃν χρόνον ᾐχμαλώτευσεν Χοσρόης καὶ τὰ Ἰεροσόλυμα, λαβών μεθ´ ἑαυτοῦ καὶ τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ. Ὅν ἀνελὼν ὁ μέγας βασιλεὺς Ἡράκλειος Ῥωμαίων ἐν τῷ εἰκοστῷ ἔτει τῆς αὐτοῦ βασιλείας, ἀνελάβετο τὰ ῥηθέντα τιμίου σταυροῦ ξύλα μετὰ καὶ τοῦ πατριάρχου καὶ τῆς αἰχμαλωσίας ἁπάσης, καὶ ἠγάγετο εἰς Κωνδταντινούπολιν, Θεοῦ βοηθείᾳ καὶ χάριτι, καὶ δι´ εὐχῆς Μοδέστου τότε πατριαρχοῦντος τῆς τοιαύτης πόλεως. Τὸ δὲ σμύρνιον καλούμενον ἔχει ὑποκάτω τῆς γῆς ἐν τῷ πρὸς βοῤῥᾶν μέρει ὀργυιὰς δέκα, ἐν ᾧ εἰσὶ στῆλαι ἐννέα, ὡν αἱ μὲν ὑπάρχουσι Κων σταντίου τοῦ μεγάλου, τῆς γυναικὸς αὐτοῦ Φαύστης, καὶ τοῦ πραιποσίτου Ἱλαρίωνος, καὶ τοῦ παιδὸς αὐτοῦ Κρίσπου, ὃν Ἡρόδοτος καὶ Ἱππόλυτος οἱ λρονογράφοι λέγουσιν ἀποκεφαλισθῆναι παρὰ τοῦ μεγάλου Κωνσταντίνου τοῦ ἰδίου πατρὸς διὰ τὸ εἰς ὑποψίαν ἐλθεῖν μοιχεῦσαι ζητεῖν τὴν μητρυιὰν φαύστην, ἤν τινα βαλανεῖον πυρωθὲν ἐδέξατο καὶ Ἀκεῖ ἀνῃοέθη. Ἑλένη δὲ ἡ μήτηρ τοῦ μεγάλου Κωνσταντίνου, μὴ φέρουσα τὴν τοῦ νέου ἄδικον ἀναίρεσιν,