Ancient Greek
285
Pseudo-Codinus Hist., Patria Constantinopoleos 285
Unproofread scanNot analysed yet
καὶ ἐξώρισεν αὐτὸν εἰς Ἄνας, χώραν Καππαδοκίας, ἔσωθεν καστελλίου. Τῆς δὲ θύρας σφραγείσης ἀπὸ λιμοῦ καὶ δίψης ἐξέλιπε. Τούτου χάριν ἐκλήθησαν Τόποι, διὰ τοὺς καθεσθέντας ἐκριμᾶίια. εἴσε κριτάς. Ἔφθανον δὲ ἐκεῖσε τὰ κτίσματα τῶν τρικλίνων παρὰ τοῦ μεγάλου Κυνσταντίνου κτισθέντα. Τὴν ὑπεραγίαν Θεοτόκον τὴν Ὁδηγὸν Αιχαὰλ ὁ μεθυστὴς ἔκτισεν, ὃς καὶ ἀνῃρέθη ὑπὸ Βασιλείου τοῦ Μακεδόνος. Πρότερον δὲ κεὐκτήριον ὑπῆρχε πολλῶν τυφλῶν ἐν τῇ ἐκεῖσε πηγῇ νιψαμένων καὶ ἱλι. ψάντων. Διὰ τὸ ἀναβλέψαι οὖν ἐκεῖσε τοὺς τυφλοὺς ἐκλήθη Ὁδηγός. Τὸ Καραβίτζιν τὴν Θεοτόκον ὁ αὐτὸς ἔκτισε Μιχαήλ. Ἐκλήθη δὲ οὕτως, ὅτι χήρα γυνή τις ἦν ἐν τοῖς χρόνοις τοῦ βασιλέως Θεοφίλου τοῦ πατρὸς αὐτοῦ, ἔχουσα κουμπαρίαν παμμεγέθη, καὶ καθήρπαξε ταύτην Νικηφόρος πραιπόσιτος ὁ οἰκεῖος ἄνθρωπος τοῦ βασιλέως. δὲ χήρα πολλάκις ἐγειλέσασα τὸν βασιλέα ἔμενεν ἀδιοίκητος, κωλυομένη ὑπὸ τοῦ ῥηθέντος πραιποσίτου. Ἐξαπορήσασα αὐν ἡ γυνὴ τινὰς τῶν παιγνιωτῶν, οἶ ἦσαν εἰωθότες τοῦ βασιλέως ἐνώπιον παίζειν, προσεκαλέσατο εἰς βοήθειαν. Οἱ δὲ ὑπέσχοντο διὰ μηχανῆς τινὸς δηλοποιῆσαι τῷ βασιλεῖ. Καὶ δὴ ἱππικοῦ τελουμένου καραβίτζιν ἀγαγόντες μετὰ ἀρμένου, καὶ ἐπάνω τῶν τροχῶν τῆς ἁμάξης θήσαντος, εἷλκον ἀπὸ τῶν καγκέλλων μέχρι τοῦ βασιλικοῦ στάματος, καὶ στήσαντες ἐνώπιον τοῦ βασιλέιως ἐπεβόων εἷς τῷ ἄλλῳ´· «Χάνε, κατάπιε αὐτό.» Τοῦ δὲ μὴ θύνασθαι τοῦτο ποιῆσαι ἀντιλέγοντος, ὁ ἕτερος μεγάλῃ φωνῇ εἰς ἐπήκοον τοῦ βασιλέως ἐβόησεν· «Ὃ πραιπόσιτος Νικηφόρος τῆς χήρας τὸ κουμπάριον γεμάτον κατιπιε, καὶ σὺ οὐκ ἰσχύεις τοῦτο καταπιεῖν; Χάνι, κατάπιε αὐτό.» Τοῦτο τοίνυν ἀκούσας ὁ βασιλεὺς ἠρώτησεν· «Ἇρά γε ἀκμὴν σὐκ ἐδιοικήθη ἡ γουνή;» Καὶ μαθὼν μὴ διοικηθεῖσαν ἐκάλεσεν αὐτίκα Θεόδωρον πρωτοσπαθάριον καὶ ἔπαρχον τὸν λεγόμενον Μυάρχην, καὶ ἐκέλευσεν αὐτῷ κομίσαι ξύλα καὶ φρύγανα, καὶ ποιῆσαι· κάχινον ἐν τῇ σφενδόνῃ, καὶ κατακαῦσαι ἐν αὐτῇ τὸν πραιπόσιτον