Ancient Greek
286
Pseudo-Codinus Hist., Patria Constantinopoleos 286
Unproofread scanNot analysed yet
μετὰ καὶ τῆς στολῆς αὐτοῦ. Λάθρα οῦν τὸν πραιπόσιτον ἀπέστειλε πρὸς τὸν ἔπαρχον διά τινα ὑπόθεσιν. Κρατήσας δὲ αὐτὸν ὁ ἔπαρχος ἠκόντισεν εἰς τὸν κάμινον. Εἶτα προσέταξεν ὁ βασιλεύς, καὶ ἀπῇρεν ἡ χήρα τὸ ἴδιον κουμπάριον καὶ τὸ ἥμισυ τῆς ὑποστάσεως τοῦ πραιποσίτου. Ἐν δὲ τῷ τόπῳ ὅπου ἐστὶν ἡ ἐκκλησία, ἦν ἡ οἰκία τῆς χήρας, καὶ ἔλαβε προσηγορίαν καλεῖσθαι τὸ καραβίτζιν. Τὸ τζυκανιστήριον ὁ μικρὸς Θεοδόσιος ἔκτισε. Τὸ δὲ σταῦλον τὸ τρουλλωτὸν ἔκτισε Μιχαὴλ ὁ υἱὸς Θεοφίλου, κοσμήσας αὐτὸν διὰ μαρμάρων πολυτελῶν. Ὁ δὲ Βασίλειος ὁ Μακεδὼν παρεξέβαλε τὸ τζυκανιστήριον καὶ ἐπλάτυνεν. Ὁ αὐτὸς βασιλεὺς ἔκτισε τὴν νέαν ἐκκλησίαν τῆς ὑπεραγίας Θεοἐόκου ἐν τῷ παλατίῳ καὶ τὴν ἐν τῷ φόρῳ, καὶ τὸν ἅγιον Διομήδην. Τὸν ἄγιον Θεόδωρον τὰ Σφωρακίου Σφωράκιος. πατρίκιος ἔκτισεν ἐν τοῖς χρόνοις Ἀρκαδίου καὶ Θεοδοσίου τοῦ υἱοῦ αὐτοῦ. Εἰς δέ τι μέρος τῶν σινσῶν τῶν κατηχουμένων τῆς ἐκκλησίας χρυσίου κεντηνάρια τρία ἀπέθετο. Μετὰ δὲ ρλγ´ ἔτη ἐν τοῖς χρόνοις τοῦ Μαυρικίου ἐκαύθη μέρος τι τοῦ ναοῦ, καὶ ἀνφκοδομήθη παρ´ αὐτοῦ. Ἐπὶ δὲ τῆς βασιλείας Λέοντος τοῦ σοφοῦ ἐλθών τις Ῥωμαῖος εὔξασθαι εἰς τὸν ναὸν εἶδε Ῥωμαῖα γράμματα ἐπί τινος τῶν πινσῶν, καὶ ἀναγνοὺς αὐτὰ ἐγνώρισε τῷ βασιλεῖ τὴν δύναμιν αὐτῶν. Ὁ δὲ βασιλεὺς ἐδωρήσατο αὐτῷ κτήματα, καὶ ἐποίησεν αὐτὸν ἴλλούστριον. Τὸν Πρόδρομον τὸν εἰς τὴν κόγχην ὁ αὐτὸς Σφωράκιος ἀνήγειρεν. Τὸ εὐκτήριον τοῦ ἁγίου Γρηγορίου ἔκτισε Μαυρίκιος ὁ βασιλεύς. Τὸ δὲ τετραδίσιον τὸ ὀκτάγωνον, τὸ πλησίον τῆς Χαλκῆς, στοαὶ ἦσαν ὀκτὼ, ἤγουν καμαροειδεῖς τόποι, ἐν οἷς ἦσαν διδάσκαλοι πάσης γραφῆς οθς εἶχον εἰς συμβουλὴν οἱ κατὰ καιροὺς βασιλεύοντις, καὶ δίχα τῆς αὐτῶν συναινέσεως οὐδὲν ἐπράττετο