Ancient Greek
297
Pseudo-Codinus Hist., Patria Constantinopoleos 297
Unproofread scanNot analysed yet
καὶ σίτου ὡς πιπράσκεσθαι τοῦ σίτου μόδιον ἐν εἰς τὸ νόμισμα. Ἔλαβε δὲ τὴν τοιαύτην ἐπωνυμίαν ἡ κινστέρνα διὰ τὸ πλησίον εἶναι τοῦ ἁγίου Μωκίου, Εἰς δὲ τὸ καλούμενον Πορφυροπώλιον τὸ παλαιὸν πορφύρας ἔβαπτον. Τὸν δὲ ξενῶνα τὸν λεγόμενον τοῦ Σαμψών ὅσιος Σαμψὼν ἔκτισε συνεργείᾳ Ἰουστινιανοῦ τοὺ μεγάλου, διότι ὁ ὅσιος Σαμψὼν αὐτὸν ἰάσατο ἐκ τῆς νόσου. Τὰ δὲ Εὐβούλου παρὰ Εὐβούλου πατρικίου ἐκτίσθς ἐν τοῖς χρόνοις Ἰουστίνου τοῦ Θρακὸς, ἐπεὶ οἶκος ἵν αὐτοῦ ἐκεῖσε. Τὰ δὲ Ἰσιδώρου ὁ ὅσιος Ἰσίδωρος ὁ ἀδελφὸς, Εὐβούλου ἐκτισεν. Τὸν ἅγιον Τρύφωνα τὸν εἰς τὰ Εὐβούλου Ἰωσι νιανὸς ὁ μέγας ἀνήγειρε, τὸν δὲ εἰς τὰ Βασιλίσεω Ἰουστῖνος καὶ Σοφία. Τὰ δὲ Βασιλίσκου οἶκος ἦν Βασιλίσκου πατοίκαὶ δρουγγαρίου, ὅστις βασιλεύσας ἐποίησεν αὐτὸ τερπνὸν παλάτιον, οὗπερ ἐκ τοῦ χρόνου ἀφανισθέ-τος ὁ τόπος περισώζει ἀκμὴν τὴν ἐπωνυμίαν. Τὰ παλαιὰ παλάτια τῶν Σοφιῶν Μαυρίκιος ἀνήγειρεν εἰς τὸ ὄνομα Ἀναστασίας τῆς πενθερᾶς αὐτοῦ, γυναικὸς Τιβερίου. Μετὰ δὲ εἴκοσι καὶ ὀκτὼ ἔτη Ἡράκλειος, πρὸ τοῦ βασιλεῦσαι αὐτὸν, τὴν ναταικίαν ἐκεῖσε ἐποιεῖτο· πάνυ γὰρ ἐφίλει τὴν τοιαὐτην κατοικίαν. Λέγεται δὲ ὅτι καὶ ἐκεῖσε ἀπεκαλύφθη ὅτι μέλλει κρατῆσαι. Τὰ ἐπάνω τοῦ τείχους παλάτια τοῦ Βουκολέοντος ὁ μικρὸς ἀνήγειρε Θειδόσιος. Ὁ δὲ Ἰουστινιανὸς ἀνήγειρε τρίκλινον, καὶ καλεῖται εἰς τὸ ὄνομα αὐτοῦ. Οὗτος ἐποίησε καὶ τὸν χρυσοτρίκλινον καὶ τὸν Λαυσιακόν. Τὰ δὲ παλάτια τοῦ Ἰππικοῦ καὶ τοῦ Κοιαίστορο μέγας ἀνήγειρε Κωναταντῖνος. Ἡ δὲ Δάφνη ἐκλήθη διὰ τὸ ἵστασθαι ἐν τό τόπῳ στήλην, ἤτις ἦν ἡ μαντικωτάτη ποι´ Αάφνη τοῦ Ἀπόλλωνος. Ἀλλὰ καὶ τύπος ἦν ἐν οὐτῶ τῷ τόπῳ τῆ πρώτη καλανδῶν Ἰανουαρίου λαμβλινειν τοὺς συγκλητικοὺς δάφνας παρὰ τοῦ ὅήμον Ο δὲ ἐν τῷ παλατίῳ ἱππόδρομος ἐκλήθηοἰτως,