Ancient Greek
298
Pseudo-Codinus Hist., Patria Constantinopoleos 298
Unproofread scanNot analysed yet
ὅτι τύπος ἦν τοῖς βασιλεῦσιν ὅτι κατ´ ἰδίαν συμνάζοντες ἔτρεχον δι´ ἴππων ἐκεῖ. αὶ ἦν τὸ ἔθος κρατοῦν ἀπὸ τοῦ μεγάλου Κωνοταντίνου μέχρι Εἰρήνης τῆς Ἀθηναίας, Ἡ δὲ τύχη τῆς πόλεως, τὸ ἄγαλμα. ἦν ἐπάνω τῆς Κἀψθος τοῦ παλατίου ἱσταμένη, ἀχθεῖσα ἀπὸ Ῥώμης παρὰ τοῦ μεγάλου Κωνσταντίνου. Ὁ δὲ Μαυρίκιος συνέτριψεν αὐτήν. Ἡ δὲ σιδηρᾶ πόρτα ἐκλήθη οὕτως. Ὁ πορφυροῦς μέγας κίων τοῦ φόρου πλοῖζόμενος ἀπὸ Ῥώμης διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους αὐτοῦ τρεῖς χρόνους ἐποίησεν ἕως τοῦ ἐλθεῖν ἐνταῦθα. Εἰς δὲ τὴν ῥηθεῖσαν πόρταν τῶν Σοφιῶν μέλλοντος ἀχθῆναι τοῦ κίονος ἐκ τῶν σχεδιῶν. καὶ τοῦ τόποι χαύνου καὶ ἀλσώδους ὄντος, δεδοικότες μὴ ὁ κίων χωσθεὶς οὐ δυνήσεται ἐξελθεῖν, διὰ σιδηρῶν μοχλῶν κατέστρωσαν τὴν περὶ τὴν πόρταν ὁδὸν, καὶ οὕτως ἐκλήθη πόρτα σιδηρᾶ. Τὸν ἄγιον Λουκᾶν, ἐν ᾧ οἱ τεθνεῶτες θάπτονται Εἰρήνη ἡ Ἀθηναία ἔκτισεν, ὅπως δωρεὰν ἐν αὐτῷ θάπτονται οἱ πένητες. Πάνυ γὰρ εὐσεβεστάτη σὰ πολλὰ γηροκομεῖα καὶ ξενοδοχεῖα καὶ πτωχοτροφτῖα ἐποίησεν εἰς ἀποτροφὴν τῶν πενήτων. Ἀλλὰ καὶ φόρων βάρη ἐξέκοψε. Τρία δὲ μάλιστα ταῦτα τὰ κυριώτερα ἐποίησεν θανάτου καὶ ζωῆς καὶ ὑγείας, θανάτου μὲν ξενοτάφιον τοῦ ἀγίου Λουκᾶ, ζωῆς δὲ τὸ πιστορεῖον, ὑγείας δὲ τὸν ξενῶνα, τὰ καλούμενα τῆς μακαρίας Εἰρήνης. Τὸν ἅγιον Διομήδην ἔκτισε μὲν ὁ ἄγιος Κωνσταντῖνος, Βασίλειος δὲ ὁ Μακεδὼν διὰ τὸ λαβεῖν ἀπ´ ἐκεῖσε τὸν περὶ τῆς βασιλείας χρησμόν ἐπλάτυνε καὶ λρήματα πολλὰ ἀπεχαρίσατο. Τὰ Στουδίου Στούδιος πατρίκιος ἔκτισεν ἐν τοῖς χρόνοις Λέοντος τοῦ Μακέλου, καὶ κτήματα πολλὰ ἐκεκόρωσε, καὶ μοναχοὺς χιλίους ἀπέκειρε, . Ἡ καλουμένη τοῦ ἁγίου Αἰμιλιανοῦ πόρτα οὕτως ἐκλήθη διὰ τὸ εἶναι πλησίον τὸν ναὸν τοῦ ἁγίου Αἰμιλιανοῦ, ὃς πρότερον μὲν ἦν εὐκτήριον μικρὸν, ὅτι δὲ ἤχθη εἰς τὴν πόλιν τοῦ Μωσέως ἡ ῥάβδος ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου, ἐδέξατο αὐτὴν ὁ βασιλεὺς ἐκεῖσε πεζὸς, καὶ ἀνήγειρε μέγιστον ναὸν τῆς Θεοτόκου, ἔνθα κατετίθετο τὴν ῥάξδον. Ἔκτισε δὲ μείζονα καὶ τὸν ἅγιον Αἰμιλιανόν. Μετὰ δὲ ταῦτα ἀπηνέγκατο τὴν ἁγίαν ῥάβδον ἐν τῷ παλατίῳ, Ἐν τοῖς χρόνοις τοῦ μεγάλου Θεοδοσίου ἤχθη ἐλέφας μικρὸς ἀπὸ Ἰνδίας καὶ ἐτρέφετο εἰς τὰ βασίλεια. Ἰππικοῦ δὲ ἀγομένου, καὶ ἀπαγομένου αὐτοῦ πκρὸς αὐτὸ, καταλλάκτης τις διερχόμενον αὐτὸν διὰ τοῦ μιλίου ἔπαισε μετὰ ῥάβδου σφοδρῶς. Χρόνων δὲ