Ancient Greek
303
Pseudo-Codinus Hist., Patria Constantinopoleos 303
Unproofread scanNot analysed yet
ὅτι οἱ τεχνῖται ἐν τῷ τόπῳ εὐρόντες ὑδατα πολλὰ καὶ μὴ δυνάμενοι θήσειν τεῖχος διὰ τὴν πολλήν πλημμύραν, κέρκους καὶ παντουρώματα μετὰ ξύλω, ποιήσαντες τεθείκασι τὸ θεμέλιον. Τὴν Θεοτόκον τὴν καλουμένην Πηγὴν ὁ μέγας Ἰουστινιανὸς ἔκτισεν. Ἀπερχόμενος γὰρ εἰς Θράκην ἐπὶ τῷ κυνηγῆσαι εἶδε πλῆθος λαοῦ ἐξερχόμενον ἐκ τοῦ ἐκεῖσε ναοῦ, μικροῦ ἔτι ὄντος εὐκτηρίου, καὶ ἠρώτησε τί ἐστιν· Στρατήγιος δέ τις, μάγιστρος καὶ φύλαξ τῶν βασιλικῶν χρημάτων, εἶπεν αὐτῷ, «πηγὴ τῶν ἰαμάτων ἐστὶ, δέσποτα.» Καὶ ὁ βασλεὺς θαυμάσας ὥρισε, καὶ ἐκτίσθη ναὸς μέγιστος καὶ περικαλλὴς ἐκ τῆς περισσευσάσης ὕλης τῆς μεγάλης ἐκκλησίας. Υπὸ σεισμοῦ δὲ συμπτωθεὶς ἐκτίσθη πάλιν παρὰ Εἰρήνης τῆς Ἀθηναίας, ἔχων ὁ ναὸς ἀφ´ οὗ ἐκτίσθη ἕως τῆς Ἀθηναίας Εἰρήνης ἔτη διακόσια ἑβδομήκοντα ἐπτά. Ἡ δὲ ἀχειροποίητος καὶ ὁ ἅγιος Ἰωάννης Θεολόγος παρὰ τοῦ ἐν ἀγίοις Κωνσταντίνου ἐκτίσθη, Ὁ Πρόδρομος ὁ στρογγυλόστεγος ἐκτίσθη παρα Θεοδοσίου τοῦ μεγάλου, ὅτι ἐπὶ ἡμερῶν αὐτοῦ ἱθη ἡ τιμία κάρα τοῦ Προδρόμου εἰς τὴν πόλιν, ἣν καὶ ἐδέξατο ἀπὸ τοῦ Ἑβδόμου μετὰ Νεκταρίου πατριάρχου, καὶ κατέθετο εἰς τὸν ναὸν τοῦ Θεολόγου. Εἶτα διὰ τοῦ μαγίστρου Ῥουφίνου ἔκτισε τὸν ναὸν τοῦ Προδρόμου. Ἡ μονὴ τοῦ Παυλίνου ἐκτίσθη παρὰ Παυλί δὲ μαγίστρου τοῦ οἰκειοτάτου ἀνθρώπου τοῦ βασιλίως Θεοδοσίου τοῦ μικροῦ· σύντροφος γὰρ αὐτῷ ὑπῆρχεν. Ὁ καὶ ἀνήγειρε τὸν ναὸν τῶν ἀγίων Ἀναργύρων. Οὗτος ὁ Παυλῖνος ἀνῃρέθη παρὰ Θεοδαίου ζηλοτυπήσαντος αὐτὸν διὰ τὴν ἰδίαν γυναῖκα Εὐδοκίαν τὴν βασίλισσαν. Καὶ γὰρ ἐπὶ τῶν ἡμερῶν αὐτοῦ ηὑρέθη μῆλον παμμεγεθέστατον, ἀπὰ Φρυγίας κομίσαντος αὐτό τινος, ὅπερ λαβὼν ὁ βασιλεὺς καὶ θαυμάσας δέδωκε τῷ κομίσαντι ὑπίρπυρα ἕκατόν. Τὸ δὲ μῆλον ἀπέστειλεν Εὐδοκίᾳ τῇ βασιλίσσῃ ἐκ τῆς ἀγίας Σοφίας· ἐκεῖσε γὰρ ὄντι τῷ θασιλεῖ ἐκομίσθη. Κἀκείνη λαβοῦσα κατεῖχε. καὶ ἐθαύ