Ancient Greek
304
Pseudo-Codinus Hist., Patria Constantinopoleos 304
Unproofread scanNot analysed yet
μασεν ἐπὶ τῷ μεγέθει καὶ κάλλει αὐτοῦ. Προσελθὼν δὲ Παυλῖνος καὶ δὼν παρὰ τῇ δεσποίνῃ τὸ μῆλον ἐθαύμασεν, εἰρηκώς αὐτῇ· «Πόθεν τοῦτο τὸ ἀγαθὸν ηὑρέθη, δέσποινά μου;» Ἠ δὲ ἐρῶσα αὐτοῦ, «Λάβε τοῦτο», ἔφη. Ὁ δὲ λαβὼν ἔπεμψε δῶρον τοῦτο τῷ βασιλεῖ, μὴ εἰδὼς ὅτι παρ´ αὐτοῦ ἐδόθη τῇ δεσποίνῃ. Ὁ δὲ βασιλεὺς λαβὼν, καὶ γνοὺς ὅτι ὅπερ ἀπέστειλε τῆ βασιλίσσῃ μῆλόν ἐστι, προσεκάλεσε τὴν Αὐγούσταν, καὶ ἐπηρώτησε αὐτὴν, «Ὅπερ ἔστειλά σοι μῆλον, ποῦ ἔστιν; Ἡ δὲ εἶπεν «Παυλίνῳ τῷ πιστοτάτῳ ἡμῶν δέδωκα.» Ὁ δὲ αὐτὴν μὲν ἠπείλησε ῥήμασιν αὐστηροῖς, Παυλῖνον δὲ προσέταξε φονευθῆναι εἰσερχόμενον εἰς τὸ παλάτιον. Καὶ δῆτα ἀνερχόμενον τὸν σκοτεινὸν κοχλίαν οὐκ ἠδυνήθησαν οἱ προσταχθέντες τοῦτον φονεῦσαι, εἰ μὴ τὰ ὧτα αὐτοῦ μόνα ἐξέκοψαν. Καὶ γνοὺς ἐκεῖνος τὴν ἐπιβουλὴν ἔφυγε. Τοῦτο δὲ εἰς θαῦμα τῶν ἁγίων Ἀναργύρων γέγονεν, ὡς ἂν τελειώσῃ τὸν ναὸν αὐτῶν. Ὁ δὲ βασιλεὺς, ἀκούσας ὅπως αὐτὸς ἔφυγε τὸν προκείμενον φόνον, καὶ αἰσχυνθεὶς ἄγνοιαν προὐβάλλετο καὶ τοὺς τολμητὰς ἀμῦναι ἔλεγεν. Ἀλλὰ μετὰ ταῦτα ἤδη τετελειωκότα τὸν ναὸν τῶν ἀγίων Ἀναργύρων ἀπεκεφάλισεν αὐτόν. Τὴν ἀγίαν σορὸν τὴν ἐν τοῖς Χαλκοπρατείοις, Ἰουστῖνος καὶ Σοφία ἀνήγειρεν. Ἐν δὲ τῇ ἀγρυπνίᾳ ἀνεγίνωσκον μεγάλοι ἄνθρωποι, ὅ τε Μιχαὴλ ὁ Ῥαγγαβὲ ὁ κουροπαλάτης πρὸ τοῦ βασιλεῦσαι, καὶ άρδας Καῖσαρ ὁ θεῖος Μιχαήλ τοῦ υἱοῦ Θεοφίλου, καὶ πολλοὶ τῶν μαγίστρων· ἐκεῖσε γὰρ ἐναπόκειται ἡ τιμία ζώνη καὶ ἡ ἐσθὴς τῆς Θεοτόκου, τὸ δὲ ὠμοφόριον ἐν Βλαχέρναις. Τὸν ἄγιον Ἰάκωβον τὸν πλησίον αὐτῆς ὁ αὐτὸς βασιλεὺς ἀνήγειρεν, ἔνθα εἰσὶν ἐν σοροῖς λείώανα τῶν ἁγίων νηπίων καὶ τοῦ ἁγίου Συμεὼν τοῦ θεοδόχου, τοῦ προφήτου Ζαχαρίου καὶ Ἰακώβου τοῦ ἀδελφοθέου. Ἐν δὲ τῷ δεξιῷ μέρει τῆς ἁγίας σοροῦ εἰσὶ κείμενα τῶν ἀγίων μυροφόρων γυναικῶν τὰ σώματα, ἐν δὲ τῷ εὐωνύμῳ αἱ τρίχες τοῦ τιμίου