Ancient Greek
306
Pseudo-Codinus Hist., Patria Constantinopoleos 306
Unproofread scanNot analysed yet
Τὸν Ἀρχιστράτηγον τὸν εἰς τὸν Ἀνάπλουν καὶ τὸ Σωσθένιον ὁ μέγας Κωνσταντῖνος ἔκτισε. Τὸν ἄγιον Μάμαντα ὁ Λεωμακέλης ἀνήγειρε, διότι ἐκαίετο ἡ πόλις μῆνας ἕξ. Ἐν ᾧ ὁ βασιλεὺς καὶ παλάτια ἔκτισε καὶ ἱπποδρόμιον, ἐν ᾧ οἱ βασιλεῖς ἡνιόχευον, ὅπου καὶ Μιχαήλ ὁ υἱὸς Θεοφλου τοῦ βασιλέως ἀνῃρέθη παρὰ Βασιλείου τοῦ Μακεδόνος. Λέγεται δὲ ὅτι κατὰ τὴν τότε μονὴν τοῦ ἐμπρησμοῦ καὶ χειμὼν γέγονεν οἷος οὐκ ἐγένετο ἄλλοτε ποτέ. Ἀλλὰ καὶ στακτήν καθαρὸν ἔβρεξεν, ὡς κεῖσθαι ἐν τοῖς κεράμοις μέχρι σπιθαμῆς. Τότε δὲ καὶ ὁ ὅσιος Δανιὴλ ἐν τῷ Ἀνάπλῳ ἦν. Τὸν ἅγιον Ταράσιον τὴν μονὴν, λέγουσιν ὅτι ὁ ἄγιος Ταράσιος ὁ πατριάρχης ἐκαῖσε ἐτέθη καὶ μετὰ τὸν θάνατον αὐτοῦ ἐγένετο μονή. Τὴν μονὴν τὰ Δαμιανοῦ Δαμιανὸς παρακοιμώμενος ὁ Σθλάβος ἔκτισεν ἐν τοῖς χρόνοις Θεοφὸου τοῦ Εἰκονομάχου καὶ Μιχαὴλ τοῦ υἱοῦ αὐτοῦ. Τὸν ἄγιον Θωμᾶν πέρα Βασίλειος ὁ Μακτδὼν ἔκτισε. Ὁμοίως καὶ τὴν Θεοτόκον ἐν τῷ φόρῳ, καὶ τὴν νέαν εἰς τὸ παλάτιον, καὶ τὰ παλάτια πέρα των πηγῶν. Ἡ δὲ πέραθεν τοῦ στενοῦ λεγομένου ἐκκλησία χθυσοκέραμος παρὰ Ἰουστίνου καὶ Σοφίας των εὐσιβεστάτων βασιλέων ἐκτίσθη, καὶ ὁ ἅγιος Παῦλος τὸ ὀρφανοτροφεῖον, καὶ ὁ ὅσιος Ζωτικὸς δ εἰς τοὶς λωβοὺς, ἀλλὰ καὶ ὁ λιμὴν τῶν Σοφιῶν καὶ αἱ Σοφιαναὶ τὰ παλάτια πέρα τοῦ στενοῦ. Τὰ δὲ ζευκτὰ κιόνια παρὰ Ῥωμανοῦ τοῦ γέροντος ἀνηγέρθησαν καὶ εἶχον τοὺς τιμίους σταυρούς, Τὰ δὲ Εὐτροπίου ὁ λιμὴν ἐκτίσθη παρὰ Εὐτροπίου πρωτοσπαθαρίου καὶ κοιαίατορος ἐν τοῖς χρόνοις Ζήνωνος καὶ Ἀναστασίου τῶν βασιλέων· ἐν ᾧὶ λιμένι ἀπετμήθη τὴν κεφαλὴν Μαυρίκιος καὶ τὰ τέκνα αὐτοῦ καὶ ἡ γυνὴ παρὰ Φωκᾶ τοῦ τυράννου. Τά Μακελίας ἀνήγειρε Λέων ὁ πρωτοασειἘν