Ancient Greek
307
Pseudo-Codinus Hist., Patria Constantinopoleos 307
Unproofread scanNot analysed yet
δὲ τῇ μονῇ τῇ λεγομένῃ Πηλαμίδου στήλη ἵστατο μαρμάρινος, ἢν ἀνήγειρε Θεόφιλος ἐν τοῖς χρόνοις Κωνσταντίνου τοὺ πορφυρογεννήτου. Τὰ δὲ ἐν τῷ Ἡραίῳ αλάτια ἐκτίσθη καρὰ τοῦ μεγάλου Ἰουστινιανοῦ· ὁ δὲ ἀνεψιὸς αὐτοῦ Ἰουστῖνος ἐκαλλώπισεν. Ἡραῖον δὲ ἐκλήθη, ὅτι πάλαι τῆς Ἥρας ἦν ὁ ναὸς ἐκεῖ. Ἡ Ἡρίον ὅτι τὸ παλαιὸν ἐκεῖ ἐθάπτοντο οἱ πολῖται· καὶ δηλοῖ τοῦτο τὰ πολλὰ μαρμάρινα κιβούρια. Τὰ εἰς τὸν Βρύαντα παλάτια Τιδέριος ὁ βασιλεὺς ἔκτισε καὶ ὁ γαμβρὸς αὐτοῦ Μαυρίκιος, Ἐκλήθη δὲ Βρύας προφητικῇ ῥήσει διὰ τὸν μέλλοντα αὐτόθι ἀκουσθῆναι βρυγμὸν τῆς πόλεως· καὶ γὰρ ὁ ταύτης τῆς πόλεως ἔσχατος βασιλεὺς μέλλων ἐξελθεῖν προστάξει Θεοῦ καὶ ἀπελθεῖν εἰς Ἱερουσαλὴμ καὶ ἀποδοῦναι τῷ Κυρίῳ τὴν βασιλείαν τῶν Ῥωμαίων ἅμα τῷ διαδήματι αὐτοῦ, ἐπειδὰν ἀν γενήσεται ἐν τῷ τοιούτῳ βουνῷ τῷ Βρύαντι, μέλλει ἀκοῦσαι μετὰ πάντων τῶν ἀκολουθούντων αὐτῷ τὴν βοὴν καὶ τὸν βρυγμὸν τοῦ ἑναπομείναντο, λαοῦ, τῆς πόλεως ἤδη ποντιζομένης. Τὰ τοῦ Δαματρίου παλάτια οἱ αὐτοὶ βασιλεῖς ἔκτισαν. Ἔστι δὲ ἐκεῖσε τὸ πήδημα Κωνσταντίνου τοῦ υἱοῦ Εἰρήνης τῆς Ἀθηναίας, τοῦ τυφλωθέντος παρὰ τῆς μητρὸς αὐτοῦ. Τὰ Φλωρεντίου καὶ τὰ Καλλιστράτου ἀπὸ δύο αὐταδέλφων οὕτω καλουμένων ἐκτίσθη. Μετὰ δὲ τὸν θάνατον αὐτῶν ἐγένετο δύο μοναστήρια ἐν τοῖς ἀ χρόνοις Κωνσταντίνου τοῦ μεγάλου. Μετὰ δὲ τεα