Ancient Greek
319
Pseudo-Codinus Hist., Patria Constantinopoleos 319
Unproofread scanNot analysed yet
ἀαὐτοῦ ἐν τῇ ἀήῖθι ὕπερθεν καὶ ὁρῶντος τὰ κτίσματα, ἐφάνη αὐτῷ εὐνοῦχος ὡραῖος εἰρηκώς αὐτῶ· «Τι λυπῇ περὶ χαράγματος; δός μοί τινας αὔριον πρωῒ ἐκ τῶν μεγιστάνων σου, καὶ κομίσω σοι χάραγμα ὅσον ἂν βούλῃ.» Τῇ δὲ ἑξῆς πορευομένου τοῦ βασιλέως καὶ ὁρῶντος τὰς κτίσεις, Ιδοὺ ὁ εὐνοῦχος ὥφθη τῷ βασιλεῖ λέγων· «Δός μοι ἄν. ρωπον καὶ πορευθῶμεν.» Δέδωκε δὲ αὐτῷ τὸν εἰρημένον Στρατήγιον καὶ Βασιλίδην κοιαίστωρα καὶ Θεόδωρον πατρίκιον καὶ ἔπαρχον καὶ Κολοκύλθην, καὶ ὑπηρέτας μέχρι τῶν ὀκτὼ, καὶ ἡμιόνους μετὰ βουλγιδίων εἴκοσι. Τούτους λαβών ὁ εὐνοῦχος ἐξῄει τῆς πόλεως, καὶ ἐλθὼν εἰς τὸ τριβουνάλιον, ἐφάνησαν παλάτια ἀχειροποίητα θαυμαστὰ ἐντισμένα. Ἐκ δὲ τῶν ἵππων καταβάντες, ἤνοιξεν ὁ εὐνοῦχος κουβούκλιον ἓν, καὶ ἦν τὸ ἔδαφος πεπληρωμένον χρυσίου χαράγματος. Καὶ λαβὼν πτύον ὁ εὐνοῦχος ἔβαλεν ὑφ´ ἓν ἔκαστον σαγμάριον κεντηνάρια δʹ, ὁμοῦ κεντηνάρια πʹ. Καὶ ἀπέστειλεν αὐτὰ πρὸς τὸν βασιλέα, κλειδώσας πάλιν ἔμπροσθεν αὐτῶν τὸ κουβούκλιον. Κομισάντων δὲ τὸ χρυσίον τῷ βασιλεῖ, ἐπηρώτησεν αὐτοὺς πόθεν ἀπῆλθον καὶ τίς ὁ οἷκος καὶ ὁ ἄνθρωπος. Ὅσα οὖν ἐθεάσαντο εἶπον τῷ βασιλεῖ. Ἐκδεχόμενος οὖν ἐ βασιλεὺς τὸν εὐνοῦχον, οὐκ ἦλθεν. Καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς αὐτόν. Οἱ δὲ ἀπελθόντες εὐρον ἄοικον τὸν τόπον, πεδίον ὄντα. Γνωρίσαντες οὖν ταῦτα τῷ βασιλεῖ, ὑπέλαβεν ὅτι Θεοῦ θαῦμά ἐστ καὶ ἔδωκε δόξαν τῷ Θεῷ. Μελλόντων δὲ τὸ θυσιαστήριον οἱκοδομεῖν, προσέταξεν ὁ βασιλεὺς γενέσθαι τὸν μύακα διάφωτον διὰ τὸ μὴ δέξασθαι βάρος τὸν τόπον, ὅτι ἐκεῖσε ἱκριώ ματα οὐκ ἔθεντο. Οἱ δὲ τεχνῖται ἔλεγον μίαν καμάραν φωτίζειν τὸ θυσιαστήριον. Ἰδημόνει οὐν ὁ μαΐστωρ ὅτι ὁτὲ μὲν λέγει ὁ βασιλεὺς δύο καμάρας, ὀτὲ δὲ μίαν. Ἑστῶτος οὖν αὐτοῦ καὶ κτίζοντος ἦλθεν ἄγγελος Κυρίου ἐν ὁμοιώματι τοῦ βασιλέως Ἰουστινιανοῦ, καὶ τοιαῦτα ἠμφιεσμένος μέχρι ποδῶν οἷα ἐκεῖνος, καὶ εἶπεν τῷ μαΐοτορι· «Τρεῖς καμάρας ἔγειρε διὰ τὸ ἐλαφρότερον.» Παρευθὺς δὲ ὁ γνάτιος ἀνελθὼν ἐν τῷ παλατίῳ ἔφη τῷ βασιλεὶ μὴ ἔχειν λέγον ἔνα. Τότε ἔγνω ὁ βασιλεὺς ὅτι ἀγγέλου τὰ ῥήματά εἰσι, καὶ εἶπεν, ὅτι Εἴ τι ἄν σοι εἶπον τὴν χθὲς, ποίησον, καίτοι τοῦ βασιλέως μὴ ἀπελΡ Οόντος ἐκεῖσε. Πάντες δὲ οἱ μολοὶ ὑπὸ σιδηρῶν μοχλῶν κατέχονται, ἐγχλιασμένοι σὺν μολίβδῳ. Ἔξωθε δὲ τοῦ συνδέσμου τοῦ ὅλου κτίσματος ἡ ἄσβεστος μετὰ ἐλαίου χριστοῦ ἐστι πεπλασμένη ἀντὶ ὕδατος διὰ τὸ ἑδραῖον καὶ πάγιον. Οὕτως ἔστησαν τὰς ὀρίο μαρμαρώσεις. Ἀπέστειλε δὲ ὀ βασιλεὺς Τρωίλον κουβικουλάριον καὶ Θεόδωρον ἔπαρχον καὶ Πασιλίδην κοιαίστωρα εἰς τὴν νῆσον τὴν Ῥύδον, ὥστε κάμνειν ἐκεῖσε βήσαλα παμμεγέθη, σταθμον