Ancient Greek
320
Pseudo-Codinus Hist., Patria Constantinopoleos 320
Unproofread scanNot analysed yet
ϟανια ἐπ´ ἴσης. Ἐσφράγιζον δὲ αὐτὰ σφραγῖσι περιεχούσαις οὕτως· «Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωῖ.» Καὶ σφραγίζοντες ταῦτα μεμετρημένε ἐπέστελλον τῶ βασιλεῖ. Ὁ δὲ σταθμὸς τῶν πντε βησάλων ἐκείνων ἐνὸς βησάλου ἡμετέρου εὐρίσκεται διὰ τὸ εἶναι ἐκεῖνα κοῦφα καὶ σπογγώδη καὶ λεπτὰ καὶ λευκά. Ἐξ οὗ παρὰ τῶν ἰδιωτῶν φέρεται λόγος ὅτι ὁ τροῦλος κισσήρινός ἐστιν. Οὐκ ἔστι δὲ, ἀλλ´ ἐλαφρὸς ὁ πηλὸς καὶ λευκός. Μετ´ αὐτοῦ δὲ ἐξήγειρε τὰς τέσσαρας ἀψῖδας εὐμεγέθεις, εἶθ´ οὕτως τὸν τροῦλον ἀνὰ δώδεκα τιθέντες ῥκαάλων. Ἐποίησε δὲ ὁ ἱερεὺς εὐχὴν περὶ συστάσεως ἐκκλησίας, καὶ ἐποίουν ὀπὰς, βάλλοντες διάΚφορα λείψανα ἁγίων πάντων, ἔως ἂν τρουλωθῇ ὁ τροῦλος. Ἥν δὲ νεωτερικῶς ὄρθιος ἱστάμενος, Εἶθ´ οὕτως ἐμουσίωσαν καὶ ὠρθομαρμάρωσαν αὐτὸν, καὶ εἰς τοὺς πινσοὺς καὶ εἰς τὰς στοὰς καὶ εἰς τὰ μετάλα κιόνια ἔβαλον λείψανα ἁγίων ἐπισήμων. Τὸν δὲ πάτον διὰ ποικίλων καὶ πολυτελῶν μαρμάρων κατίστρωσαν, διά τε Ῥωμαίων πηγανουσίων καὶ τῶν λοιπῶν ῥοδοποικίλων. Τὴν δὲ ἁγίαν τράπεζαν, προσκαλεσάμενος τεχνίτας, ἐβουλεύσατο βαλεῖν χρυσὸν καὶ ἄργυρον λίθους τε τιμίους ἐκ πάντων, μαργαρίτας, χαλκὸν. σίδηρον, μόλιβδον, ὕελον καὶ πᾶσαν ὕλην τετριμμένην. Καὶ καταμίξαντες ἀμφότερα καὶ χωνεύσαντες ἔχωσαν ἀβάκιον. Καὶ ἐγένετο θαυμαστὸν καὶ ἀτίμητον, καὶ ὁρώμενον ἦν ἔκθαρβον. Καθ´ ἑκάστην δὲ ἡμέραν ὁ βασιλεὺς δόο ἢμισυ χιλιάδας ἀργύρια ἔχυνεν εἰς τὸν χοῦν· καὶ ὅτε ἐπλήοουν ἕκαστος αὐτῶν τὸ ἔργον, ἐξαὐτῶν ἐλάμβανεν. Ἐβούλετο δὲ ὁ βασιλεὺς τὰς ὀρθομαρμαρώσεις καὶ τὸν πάτον ὅλον χρυσοῦν ποιῆσαι. Ἀντεἴκον δὲ αὐτῷ Μαξιμιανὸς καὶ Ἱερόθεος ὁ καὶ σύμβουλος, Ἀθηναῖοι, φιλόσοφοι ὄντες καὶ ἀστρονόμοι, λένοντες ὅτι μέλλουσιν ἐλθεῖν ἐν τῆ ἐσχάτῃ γενεᾷ Κἄνακτες πένητες, καὶ ἐξεδαφίσαι τὸν ναόν. Εἰ δὲ εἰσὶ λίθοι, συνίστασθαι μέλλει ὁ ναὸς ἕως τῆς συντελείας τοῦ κόσμου. Καὶ ἐκ τῆς συμβουλῆς ἐγένετο οὕτων. Καὶ ἡ μὲν ὕλη. ὡς εἴρηται, συνήχθη εἰς ἑπτὰ κοόνους καὶ μῆνας δέκα, πολλοὶ δὲ τῶν χρονογράφων λέγουσιν εἰς δεκαεπτὰ ἔτη κτισθῆναι, καταριδμοῦντες, ὡς ἔοικε, τοὺς ἑπτὰ χρόνους οὓς συνπγετο ἡ ὕλη. Ἐποίησε δὲ κιβώριον καὶ τοὺς κίονας καὶ τὰ στήθεα τοῦ θυσιαστηρίου ἐξ ἀργύρου, καὶ χρυσώσας αὐτὰ, τὸ δὲ μῆλον καὶ τὰ