Ancient Greek · ~3 min
22 to 24
Pseudo-Dioscorides, De lapidibus 22-24
Not analysed yet
Λίθος νάξιος καὶ τὸ τῆς ναξίας ἀκόνης ἀπότριμμα ψυκτικῆς ἐστι δυνάμεως· ὅθεν καὶ μετ’ ὄξους ποθὲν σπλῆνα ἀναιρεῖ· καὶ ἐπιληψίας ὠφελεῖ καὶ ποδαγρικοῖς μετὰ ῥοδίνου προσάγεται. Λίθοι μέλανες, πλακώδεις, ἀσθενῆ φλόγα γεννῶντες, εἰ κατὰ πυρὸς ἐπι τεθεῖεν· οἱ ἐν τῇ Κοίλη Συρίᾳ πλησίον τῆς Ἰεριχῶ ἐν λόφῳ γινόμενοι, ἔνθα καὶ ἡ ἄσφαλτος γίνεται, ὅθεν καὶ τὴν ὀσμὴν τοιαύτην κέκτηται· ἐχρησάμην δὲ αὐτοῖς εἰς ἐμφυματα χρόνια ξηραντικοῖς καὶ κολλητικοῖς οὖσι. Λίθος ὀφίτης ὁ μέν τίς ἐστι στιβαρὸς καὶ πιμελώδης, σποδοειδής, ὁ δὲ γραμμὰς ἔχων. Ἱστόρηται οὗτος λήθαργον καὶ κεφαλαλγίας ὠφελεῖν· καυθεὶς δὲ καὶ ῥυπτικῆς καὶ θρυπτικῆς γίγνεται δυνάμεως· πινόμενος δὲ μετ’ οἴνου λευκοῦ καὶ λέπτου τοὺς ἐν κύστει λίθους θρύπτει.