Ancient Greek
ΠΕΡΙ ΑΙΘΩΝ
Pseudo-Dioscorides, De lapidibus 25
Not analysed yet
Λίθος ὀστρακίτης τὸ 〈ἐκ〉 τῶν κεραμίδων ῥυπτικῆς ἐστι δυνάμεως· καὶ μᾶλλον ὁ ἐκ τῶν κλιβάνων· σαρκώδης δέ ἐστι καὶ δύσχρηστος ὁμοίως ὀστράκῳ· ῷ χρῶνται ἀντὶ κισσήρεως αἱ γυναῖκες πρὸς ἄρσιν τριχῶν· ἐπέχει δὲ καὶ τὰ καταμήνια πινόμενον σὺν οἴνῳ. Ἐὰν δέ τις ἐπὶ ἡμέρας δ’ μετὰ τὸν ἄφεδρον πίῃ, ἀσυλληψίαν ποιεῖ· σὺν μέλιτι δὲ ἐπιτιθέμενος, μασθοὺς φλεγμαίνοντας ὠφελεῖ καὶ νομὰς ἵστησι.