Ancient Greek · ~6 min
26 to 34
Pseudo-Dioscorides, De lapidibus 26-34
Not analysed yet
Λίθος ὁστρακίτης ὁ ἐκ τῶν κλιβάνων ὀστράκων, ὃν ἡφαιστιάδα καὶ γάγον ὀνομάζουσι· κάλλιστόν ἐστιν ἐπουλωτικὸν φάρμακον. Λίθος πυρίτης, ἀφ’ οὖ ὁ χαλκὸς μεταλλεύεται· οὗτος δεύεται μέλιτι καὶ εἰς ἀνθρακίαν τίθεται· καὶ ῥιπίζεται συνεχῶς ἕως κιρρὸς γένηται· δύναμιν δὲ ἔχει θερμαντικήν, καθαρτικὴν καὶ συσταλτικὴν τῶν ὑπερσαρκούντων. Λίθος σχιστὸς εἴτε ἀμίαντον γεννᾶται μὲν ἐν τῇ καθ’ ἑσπέραν Ἰβηρίᾳ· ἄριστος δέ ἐστιν ὁ παρακροκίζων εὔθρυπτός τε καὶ εὔσχιστος· δύναμιν δὲ τὴν αὐτὴν τῷ αἱματίτῃ ἔχει. Λίθος σμύρις τουτέστι τῆς σμύρνης· Ἄφροι σεμβεδίν· ἔστι δὲ λιπαρά, ἥτις ἀλφοὺς ἢ δακτύλους σμήχει, ῥυπτικῆς δυνάμεως οὖσα· χρησιμεύει δὲ καὶ εἰς σαπήματα οὔλων καὶ ὀδόντων σμῆξιν. Λἴθοι οἱ ἐν σπόγγοις εὑρισκόμενοι θρυπτικῆς δυνάμεώς εἰσιν, οὐ μὲν οὕτως ἰσχυρᾶς ὥστε τοὺς ἐν κύστει λίθους θρύπτειν, τοὺς δὲ ἐν νεφροῖς οἴνῳ ποθέντες. Λίθος συριγγίτης ἐστὶ λεπτός, συριγγοειδής, διατετρωμένος, περὶ θᾶλασσον εὑρισκόμενος καὶ ἐν πέτραις κεκολλημένος· ἀπαρτώμενος τοῦ πάσχοντος ἄκρως ἀναξηραίνει, κατορθοῖ τὰς σύριγγας. Τοῦτον οἱ κούρσορες εἴσω βουβώνων φοροῦσι. Λίθος σεληνίτης, ὃν ἀφροσέλινον καλοῦσι, διὰ τὸ εὑρίσκεσθαι αὐτὸν ἐν τῇ σελήνῃ νυκτός. Οὗτος γεννᾶται ἐν Ἀραβίᾳ· λευκός, διαυγής, κοῦφος. Τούτου τὸ ξέσμα εἰς πότον διδόασι ἐπιληπτικοῖς· φυλακτηρίῳ δὲ περιάμματι αὐτῷ αἱ γυναῖκες χρῶνται· δοκεῖ δὲ δένδρεσι προστεθεὶς καρποφορίας ἐμποιεῖν. Λίθος σάπφειρος μετὰ γάλκτος ποθεὶς λεῖος ἰᾶται τὰς ἐντὸς ἑλκώσεις πάσας, καὶ 〈τὰς 〉ἔξω, καὶ ἱδρῶτας παύει· καὶ λεῖος τὰς ἐν γλώσσῃ διακοπὰς παύει· ξηραντικῆς δέ ἐστι δυνάμεως· ὅθεν πινόμενος τοὺς ὑπὸ σκορπίων πληγέντας ὠφελεῖ. Λίθος σμάραγδος ὀπτηθεῖσα καὶ λεία μέλιτι ἀττικῷ μιγεῖσα ἀμβλυωπίας ἰᾶται, καὶ περιαπτομένη αἷμα ἐπέχει, ὁπόθεν ἂν τύχοι φερόμενον.