Ancient Greek · ~4 min
1.1 to 1.4
Pseudo-Dorotheus (Vitae Prophetarum), Index apostolorum discipulorumque Domini 1.1-2-4
Not analysed yet
αʹ. Πέτρος μὲν ὁ ἀπόστολος ἐν Γαλλίᾳ καὶ ἐν τοῖς μεσογαίοις Πόντου καὶ εἰς πᾶσαν τὴν Καππαδοκίαν καὶ Bιθυνίαν κηρύξας τὸ εὐαγγέλιον μετὰ τὸ ἐπαναζεῦξαι αὐτὸν ἀπὸ Ἀντιοχείας, ὕστερον δὲ καὶ ἐν τῇ Ἰταλίᾳ πάσῃ καὶ Ῥώμῃ, ἔνθα καὶ ὑπὸ Νέρωνος σταυρωθεὶς ἐν αὐτῇ τῇ Ῥώμῃ θάπτεται πρὸ τριῶν Καλανδῶν Ἰουλίων. βʹ. Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ πᾶσαν τὴν παραλίαν τῆς Βιθυνίας τε καὶ Πόντου, Θρᾴκης τε καὶ Σκύθας διῆλθεν εὐαγγελιζόμενος τὸν κύριον. Μετέπειτα δὲ ἐπορεύθη ἐν Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἡ παρεμβολὴ Ἄψαρος καὶ ὁ Φᾶσις ποταμός, ἔνθα οἱ ἐσώτεροι Αἰθίωπες κατοικοῦσιν Ἐτάφη ἐν Πάτραις τῆς Ἀχαΐας σταυρωθεὶς ὑπὸ Αἰγεάτου. γʹ. Ἰάκωβος δὲ ὁ τοῦ Ζεβεδαίου τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ, μεθ᾽ ὧν εὐαγγελιζόμενος τὸν Χριστὸν ἀναιρεῖται μαχαίρᾳ ὑπὸ Ἡρώδου τοῦ τετράρχου ἐν Καισαρείᾳ τῆς Παλαιστίνης. δ'. Ἰωάννης ὁ τούτου ἀδελφός, ὃς καὶ τὸ εὐαγγέλιον γεγράφηκεν, ἐν τῇ Ἐφέσῳ κηρύξας τὸν Χριστὸν ὑπὸ Τραιανοῦ τοῦ βασιλέως εἰς Πάτμον τὴν νῆσον διὰ τὸν λόγον τοῦ Χριστοῦ ἐξορίζεται. Ἐκ ταύτης μετάρσιος γεγονώς, διὸ καὶ λόγος κεκράτηκεν σὺν τῷ Ἐνὼχ καὶ τῷ Ἠλίᾳ ἔτι ἐν σαρκὶ αὐτὸν ὑράρχειν.