Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1750.tlg004.1st1K-grc1
Pseudo-Dorotheus (Vitae Prophetarum), Index apostolorum discipulorumque Domini 1.68b
Not analysed yet
Ἐφ᾽ οὗπερ καὶ Κωνσταντῖνος ὁ ἀεισεβέστατος ἕνεκεν τῆς πρὸς Λικίνιον παρατάξεως καταλαβὼν τὸ Βυζάντιον, καὶ ἀρεσθεὶς τῇ τοῦ ἀνδρὸς σεμνότητι καὶ τὴν τῶν τόπων εὐκοσμίαν ἐννοήσας, τέως ταῖς εὐχαῖς τοῦ Μητροφόνους ἐγκρατὴς τοῦ κατὰ Λικίνιον πολέμου ἐγένετο, καὶ εὐθὺς τὰ τῆς Ῥώμης βασίλεια εἰς τὸ Βυζάντιον μετατίθησι τείχεσί τε αὐτὴν ὀχυρώσας καὶ ὀροφαῖς, παροχάς τε δαψιλεῖς τοῖς πολίταις χαρισάμενος κατὰ τὴν αὐτοῦ ἐπωνυμίαν. Ταῦτα ὁ πανάριστος Δωρόθεος ἐν Ῥωμαικοῖς συγγράμμασι καταλέλοιπεν, ἀντεβλήθησάν τε καὶ παρ᾽ ἡμῶν ἐν ὑπατείᾳ Φιλοξένου καὶ Πρόβου, ὁπηνίκα Ἰωάννης ὁ ἐπίσκοπος Ῥώμης ἤλυθεν ἐν Κωνσταντινουπόλει. Προτραπεὶς γὰρ ὑπὸ τοῦ τῆς πόλεως ἀρχιεπισκόπου συλλειτουργῆσαι αὐτῷ ἐν τοῖς γενεθλίοις τοῦ Χριστοῦ, ἀπηγόρευσε τοῦτο ποιῆσαι, ἐὰν μὴ πρῶτος τοῦ τῆς πόλεως ἐπισκόπου ἱερατεύσῃ, ὅσα τε δὴ τῆς Ῥώμης πρὸ Κωνσταντινουπόλεως ἐπισκόπου δεξαμένης. Κινήσεως οὖν ἐκ τούτου γενομένης ἐκ τῶν συγγραμμάτων τοῦ μεγάλου Δωροθέου τὴν σύστασιν οἱ ωνσταντινουπόλεως ἐποιοῦντο, δεικνύντες προγενεστέραν τῆς Ῥώμης τὴν Κωνσταντινουπόλεως εἶναι ἐπισκοπήν. Ἰωάννης δὲ ὁ Ῥωμαίων ἐπίσκοπος τὸ μὲν σύγγραμμα Δωροθέου ἀληθὲς εἶναι διεβεβαιοῦτο, προτιμᾶσθαι δὲ τοῦ τῆς πόλεως ἐπισκόπου ἔλεγεν διὰ τὸ τοῦ κορυφαιοτάτου τῶν ἀποστόλων τὸν τόπον ἐπέχειν, καὶ τούτου ἕνεκεν τὰ πρωτεῖα αὐτῷ παρεχωρήθη, οὐ μὴν διὰ τὸ προϋπάρχειν τὴν τῆς Ῥώμης ἐπισκοπὴν τῆς Κωνσταντινουπόλεως. Ὑποκατιὼν δὲ ἐν τοῖς τελευταίοις τοῦ συγγράμματος αὐτοῦ ὁ ἱερὸς Δωρόθεος μνήμην ποιεῖται καὶ τῶν δώδεκα ἀποστόλων σημαίνων, ἔνθα ὁ καθεὶς αὐτῶν ἐκήρυξεν εἰπών.