Ancient Greek · ~16 min
Edition urn:cts:greekLit:tlg1750.tlg004.1st1K-grc1
Pseudo-Dorotheus (Vitae Prophetarum), Index apostolorum discipulorumque Domini 1.68a.1
Not analysed yet
Τοῦ δὲ Στάχυος διαγενομένου τοῖς αὐτοῦ ἓξ καὶ δέκατον ἔτος ἐν τῇ ἐπισκοπῇ Ὀνήσιμος μετὰ τοῦτον γίνεται, περὶ οὗ Παῦλος ὁ ἀπόστολος τῷ Φιλήμονι ἔγραψεν. Καὶ τούτου δὲ τεσσαρεσκαιδέκατον ἔτος διανύσαντος ἐν τῇ λειτουργίᾳ Πολύκαρπος μετὰ τούτου τρία ἔτη ἐπίσκοπος τοῦ Βυζαντίου καθίσταται. Διαγενομένου δὲ καὶ τούτου δέκα πρὸς τοῖς ὀκτὼ ἔτεσι Πλούταρχος μετέρχεται τὴν ἱερωσύνην. Καὶ αὐτοῦ δὲ διανύσαντος ἔτη ιϛʹ, Σεδεκίων διάδοχος αὐτοῦ καθίσταται ἐπὶ ἐνναετῆ χρόνον. Μεθ᾽ ὃν Διογένης ἐν ἔτει ιεʹ τῇ ἱερατείᾳ προσμείνας τελειοῦται. Μετὰ δὲ τοῦτον Ἐλευθέριος ἐπὶ ἑπταετῆ χρόνον. Μεθ᾽ ὃν Φίλιξ ἐπι πέμπτου ἔτους· καὶ μετὰ τοῦτον Πολύκαρπος ἕως ἐτῶν ιζʹ. Ἔνθα τοίνυν τὰ τούτων σώματα ἀπετέθη λιθίνῳ σηκῷ ἐκεῖ· καὶ τὸ τῆς Ναταλίας σῶμα ἀπετέθη καὶ Ἀδριανοῦ τοῦ μετέπειτα μαρτυρήσαντος. Ἐν δὲ τῷ ἑτέρῳ λάρνακι ἐξ εὐθείας τότε ποιηθέντι τῶν ιγʹ μαρτύρων τὰ λείψανα ἐνεβλήθη. Ἐν δὲ μολυβδίνῃ λάρνακι καθ᾽ ἑαυτὸν ἀπετέθη ὁ Ἀδριανὸς ὁ αταλίας ἀνήρ, ἃ καὶ μέχρι τῆς δεῦρο ἐμφανῶς πρόκεινται ἐν τῷ ὑπογαίῳ σπηλαίῳ, ἔνθα ἀπόστολος Ἀνδρέας τὸ θυσιαστήριον ἥδρασεν. Ἤδη δὲ πλήθους ἱκανοῦ συναθροισθέντος τῶν εἰς Χριστὸν ἠλπικότων, παυσαμένης δὲ καὶ τυραννίδος τοῦ Βυζαντίου μετὰ τὴν τοῦ Ζευξίππου τελευτὴν ἐγκρατεῖς τε τόπων πλεόνων γενόμενοι οἱ τῆς ἐν Ἀγρυροπόλει ἐκκλησίας προεστῶτες τὴν τῶν πολλῶν ὄχλησιν καὶ τὴν τῶν Ἑλλήνων καὶ Ἑβραίων προσβολὴν ἐκφυγεῖν βουλόμενοι, ἐν τοῖς μεσογείοις πλησίον τῆς Ἀργυροπόλεως ἐκκλησίαν ἄλλην ἀνεγείρουσιν, ἣν Κωνσταντῖνος ὁ μέγας βασιλεὺς μετέπειτα μειζοτέραν πεποίηκεν, σταυροειδῆ αὐτὴν διαγραψάμενος, βουλόμενος καὶ τὸ αὐτοῦ σῶμα ἐκεῖσε κατατεθῆναι. Ἀλλ᾽ ἐπειδὴ λοιπὸν τὰ τοῦ Βυζαντίου ηὐξήθη, συνεβούλευσαν οἱ συνόντες τῷ Κωνσταντίνῳ μὴ δεῖν ἔξωθεν τῆς πόλεως τὰ τῶν βασιλέων σώματα ἀποκομίζεσθαι. Τούτου οὖν χάριν ἕτερος μὲν τόπος εἰς ταφὴν τῶν βασιλέων ἐγένετο. Ὁ δὲ γεγονὼς οἶκος ἀφιερώθη τοῖς ἐν τῷ νόμῳ καρτερικοῖς καὶ θεόφροσιν ἑπτὰ παισὶν καὶ Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ, τὴν ἀρχαίαν ἐπωνυἀπετέθη τὸν τόπον οἶκος κληρωσάμενος. Ἐλαιὼν γὰρ ἐξ ἀρχαίων τῶν χρόνων ὁ τόπος ἐπικέκληται, ὅνπερ εὐκτήριον οἶκον Ἀθηνόδωρος ὁ μετὰ Πολύκαρπον ἐπίσκοπος γεγονὼς πρῶτος ἐνήρξατο. Ἐκεῖ τὴν ἐπισκοπὴν διανύσας ἐν ἔτεσι τέσσαρσι, μεθ᾽ ὧν ἐν τοῖς αὐτοῦ ἑνδέκατος ἐπίσκοπος τοῦ Βυζαντίου καθίσταται Εὐζώϊος, ὅς καὶ αὐτὸς ἐν ἔτεσιν ἓξ τοῖς αὐτῶν ἱερατεύσας, Λαυρεντίῳ τὴν ἱερωσύνην καταλέλοιπεν. Καὶ αὐτοῦ δι᾽ ἕνδεκα ἔτη καὶ μῆνας ἓξ πληρώσαντος Ἀλύπιος ἡγεῖται τῆς ἱερωσύνης ἐπὶ ἔτη ιγʹ ἥμισυ. Πάλιν δὲ μετὰ τοῦτον Περτίναξ ἐγένετο ἔτη ιδʹ κρατήσας τῆς ἱερωσύνης. Οὗτος δὲ ὁ Περτίναξ ὑπατικὸς τῶν ἐν Ῥώμῃ καὶ στρατηλάτης γεγονὼς πάθει τε ἀφύκτῳ παραπεπτωκώς, διάγων ἐν τοῖς Θρᾳκίοις μέρεσιν, ἔμαθεν πλείστας δυνάμεις γενέσθαι ἐν τῷ Βυζαντίῳ ὑπὸ τῶν Χριστιανῶν. Παραγενόμενος δὲ πρὸς Ἀλύπιον τὸν ἐπίσκοπον ἐν τῇ ἐπὶ Ἐλαίας λεγομένῃ ἐκκλησίᾳ καὶ διὰ τῆς αὐτοῦ ἐντεύξεως καὶ τῆς τῶν χειρῶν αὐτοῦ ἐπιθέσεως ῥυσθεὶς τῶν ἀλγηδόνων, ἀπαρνεῖται τὴν τῶν εἰδώλων πλάνην καὶ τὴν τῆς στρατιᾶς ὑπεροχὴν καὶ βαπτισθεὶς τῇ εἰς Χριστὸν ἐλπίδι ἦν προσκατερῶν τῷ Ἀλυπίῳ, τῆς τοῦ πρεσβυτέρου ἀξίας μετειληφὼς ἐν δάκρυσι κατανύξας ἑκάστην ἡμέραν διατελῶν καὶ μετὰ τὴν Ἀλυπίου τελευτὴν εἰς ἐπίσκοπον αὐτὸν προεχειρίσαντο. Πλούσιός τε σφόδρα ὑπάρχων ὁ Περτίναξ πάλιν αὐτὸς ἐκκλησίαν ἀνίστησιν παρ᾽ αὐτὸ τὸ θαλασσίδιον ἐν τῷ ἐπιλεγομένῳ Σύκαις, Εἰρήνην τὸν οἶκον προσαγορεύσας, ὅνπερ τόπον οἱ Χριστιανοὶ ὡς μίαν τῶν πόλεων ἀπετέλεσαν, οἴκους διαφόρους καὶ πλείστους ἀναστήσαντες, διόπερ καὶ μετέπειτα Κωνσταντῖνος ὁ ἀεισεβέστατος τείχεσι τὸν τόπον ἐτίμησεν. Μετὰ δὲ τὸν Περτίνακα καὶ Ὀλυμπιανὸς ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπιλεγομένῃ Εἰρήνῃ καθίσταται ἐπίσκοπος αὐτὸς ἱερατεύσας ἐπὶ ιαʹ ἔτη. Τούτου διάδοχος γίνεται Μάρκος ἐπὶ τρισκαιδέκατον ἔτος· μετὰ τοῦτον Κυριλλιανὸς ἐν ἔτεσιν ιϛʹ, μετὰ τοῦτον Καστῖνος ἐτῶν ἑπτά. Ὁ οὖν ωνσταντῖνος ἐν τῷ πρώτῳ αὐτοῦ ἔτει ἐκκλησίαν ἄλλην ἀνίστησιν ἔσωθεν τοῦ Βυζαντίου κατὰ τὸ βόρειον μέρος, ἔνθα καὶ οἱ ἡγεμονεύσαντες τοῦ Βυζαντίου κατέκειντο, Ἐὐφημίας τῆς μάρτυρος τὸν οἶκον προσαγορεύσας κατ᾽ αὐτὸν τὸν καιρὸν μαρτυρησάσης αὐτῆς. Ἐκεῖ τοίνυν τὸν ἐπίλοιπον χρόνον τῆς ἱερατείας τελέσας Τίτον διάδοχον καταλιμπάνει, ὃς ἔτη λεʹ καὶ μῆνας ϛʹ πληρώσας Δομέτιον τὸν ἀδελφὸν τοῦ Πρόβου τοῦ βασιλέως διάδοχον καθίστησιν, καὶ τούτου δὲ κδʹ ἔτη πρὸς μησὶν ἕξ τελέσαντος, Πρόβος ὁ Δομετίου υἱὸς διαδέχεται τὴν ἱερωσύνην ἕως πληρώσεως ἐτῶν ιβʹ, μεθ᾽ ὧν Μητροφάνης, ὁ ἀδελφὸς Πρόβου καὶ Δομετίου υἱὸς, ἐπίσκοπος τοῦ Βυζαντίου καθίσταται ιʹ ἔτη προσμείνας τῇ ἱερατείᾳ.