Ancient Greek · ~2 min
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.
Pseudo-Galen, De remediis parabilibus [Πρὸς τὸ μισῆσαι τὸν οἶνον, τοῦ μὴ μεθύσαι.]
Not analysed yet
Ἐγχέλυς ἰχθὺς πνιχθεὶς ἐν οἴνῳ καὶ δοθεὶς ὁ οἶνος εἰς πόμα μῖσος οἴνου ποιεῖ. ὁμοίως καὶ σταφυλὴ ἀπεζεσμένη. ἀμέθυσος διατηρηθῆναι εἰ θέλεις καὶ ἄνοσος, φύλλα πηγάνου ἔσθιε· παύει δὲ καὶ κεφαλαλγίαν τὴν ἐξ οἴνου. ὁμοίως καὶ ἡ ἄκορος ἐσθιομένη καὶ ἡ Θηβαία. ἀμέθυσος διατηρεῖται ὁ προφαγὼν ἀμύγδαλα πικρὰ τὸν ἀριθμὸν ζ΄. ἢ θ΄. ἢ ια΄. ἀμέθυστος διατηρεῖται ὁ πνεύμονα προβάτου νήστης ἐσθίων ἑφθὸν, ὅσα γὰρ πίῃ, οὐ μεθύσει.