Ancient Greek
1
Pseudo-Galen, De Succedaneis Liber 1
Not analysed yet
Ἀντὶ ἀκανθίου σπέρματος, λυχνίδος σπέρμα. ἀντὶ ἀβροτόνου, ὀρίγανον. ἀντὶ ἀγαλλόχου, κενταύριον. ἀντὶ ἀγαρικοῦ, ἐπίθυμον ἢ εὐφόρβιον. ἀντὶ ἀγρίας σταφίδος, φοίνικες Συριακοί. ἀντὶ ἀγχούσης, ὑάκινθος. ἀντὶ ἀειζώου, φύλλα ἢ χυλὸς θρίδακος. ἀντὶ αἰγείρου ἀκρεμόνων, σάμψυχον. ἀντὶ ἀκακίας, σχίνου χύλισμα. ἀντὶ ἀκάνθης, ἀκάνθου κεράτια. ἀντὶ ἀκάνθου κερατίων, ἀκάνθη. ἀντὶ ἀκονίτου, ἴριδος ἀγρίας ἡ ῥίζα. ἀντὶ ἀκόρου, ἀσάρου ῥίζα. ἀντὶ ἀκτέας, γλαύκιον ἢ κόπρος ὄϊος. ἀντὶ ἀκτῆς βοτάνης, ἄκανθα ἢ ἀκάνθου κεράτια. ἀντὶ ἁλικακάβου, δορυκνίου ἢ στύχνου σπέρμα. ἀντὶ ἁλὸς ἀμμωνιακοῦ, ἅλας Καππαδοκικόν. ἀντὶ ἁλὸς Καππαδοκικοῦ, ἅλας ἀμμωνιακόν. ἀντὶ ἁλὸς ἄνθους, σανδαράχη. ἀντὶ ἀλόης, κόπρος ἴβεως. ἀντὶ ἀλόης Ἰνδικῆς, ἀλόης χλωρᾶς φύλλα, γλαύκιον, λύκιον ἢ κενταύριον. ἀντὶ ἀλώπεκος στέατος, στέαρ ἄρκειον. ἀντὶ ἄμεως, ἄνισον. ἀντὶ ἀμιάντου, ἀφροσέλινον. ἀντὶ ἀμύλου, γύρις ξηρά. ἀντὶ ἀμυγδάλων πικρῶν, ἀψίνθιον. ἀντὶ ἀμμωνιακοῦ θυμιάματος, πρόπολις. ἀντὶ ἀμώμου, ἄκορος. ἀντὶ ἀνίσου, δαῦκος. ἀντὶ ἀράκου, σήσαμον. ἀντὶ ἀργεμώνης, σερίφιον. ἀντὶ ἀριστολοχίας, κληματὶς ξηρά. ἀντὶ ἀριστολοχίας στρογγύλης, ἀριστολοχία μακρά. ἀντὶ ἀρκευθίδων, κύπερος. ἀντὶ ἅρμαλα, καρδάμωμον Βαβυλώνιον. ἀντὶ Ἀρμενίου, μέλαν Ἰνδικόν. ἀντὶ ἀρσενικοῦ, σανδαράχη. ἀντὶ ἀρωματικῆς, κάλαμος ἀρωματικός. ἀντὶ ἀσάρου, ζιγγίβερ. ἀντὶ ἀσβέστου, ἡ εἰς τὰ βάφια ἄκανθα. ἀντὶ ἀσβέστου ὃ λέγεται τίτανος, ἀδάρκης. ἀντὶ Ἀσίου λίθου, λίθος γαγάτης ἢ ἅλες ἀμμωνιακοὶ ἢ σανδαράχη. ἀντὶ ἀσπαλάθου, ἐρίκης καρπὸς ἢ ἄγνου σπέρμα. ἀντὶ ἀσφάλτου, πίσσα ὑγρὰ βρυττία ἢ γῆ ἀμπελῖτις. ἀντὶ ἀσφοδέλου ῥίζης, σεύτλου χυλός. ἀντὶ ἀψινθίου, ἀβρότονον.