Ancient Greek
Prooemium
Pseudo-Galen, De Succedaneis Liber Prooemium
Not analysed yet
Ἐπειδὴ περὶ τῶν ἀντεμβαλλομένων λόγον ἐνεστήσαντο μὲν καὶ οἱ περὶ τὸν Διοσκουρίδην, οὐχ ἥκιστα δὲ καὶ οἱ περὶ τὸν Φιλιστίωνά τε καὶ Εὐρυφῶντα, φέρε δὴ καὶ ἡμεῖς ὀλίγα περὶ τούτων εἴπωμεν. ἀντεμβαλλόμενα καλοῦμεν τὰ ἀντὶ τῶν ἄλλων ἐμβαλλόμενα φάρμακα. χρήσιμος γὰρ ἔσται ὁ περὶ τούτων λόγος τοῖς μάλιστα τῶν ἔργων φροντίσασι καὶ τοῖς βεβαίους καὶ οὐκ εὐκαταφρονήτους ποιουμένοις τὰς θεραπείας τῶν παθῶν. πολλοὶ γὰρ τῶν ἰατρῶν ἀποροῦντες πολλάκις τῶν ἐπιτηδείων τοῖς θεραπευομένοις ἀλλόκοτά τινα καὶ μὴ τὸν αὐτὸν λόγον σώζοντα τῆς δυνάμεως τῶν ἐπιτηδείων ἐμβάλλουσι φάρμακα. καὶ τό γε δέον αὐτοῖς, ἵνα μὴ τοιούτοις περιπίπτωσιν ἀτόποις, τὴν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπισκέπτεσθαι πραγματείαν. εἰ δὲ μὴ ταύτην ἐκμανθάνουσι μηδὲ τοῖς προκειμένοις προσέχουσι τὸν νοῦν, δικαίως σφάλλονται περὶ τὰς θεραπείας. σοὶ δ’, ὦ Διογενιανὲ, τῷ τῆς ἀληθείας ἐρῶντι καὶ τὰς δυνάμεις τῶν φαρμάκων ἐκμανθάνειν βουλομένῳ ὀλίγα διαλεξάμενος ἄρξομαι τῶν προτεθέντων. ἔσται δέ μοι ὁ λόγος πρὸς σὲ ἀληθὴς, ἀναμνησθέντι τοῦ ποτέ μοι συμβάντος ἐν Ἀλεξανδρείᾳ. εὐθέως παραγενομένου ἐκεῖσε γύναιόν μοι προσῆλθε μέλλον ἀποθνήσκειν, ἔχον διάθεσιν ἰσχυρὰν, ἧς τὴν διήγησιν οὐ πρόκειται νῦν εἰπεῖν. καὶ ζητοῦντός μου λυχνίδα, ἵνα τὸ δέον αὐτῇ προσάξω φάρμακον, εἰ μὴ εὐθέως εὗρον ἀκανθίου σπέρμα, ἔμελλεν ἀπόλλυσθαι παραχρῆμα τὸ γύναιον. ὡς δ’ εὑρέθη τὸ ἀνάλογον τῇ λυχνίδι, εὐθέως ἐχρησάμην αὐτῷ καὶ συνῆλθεν εἰς ταὐτό. τῇ δὲ ἑξῆς ἡμέρᾳ παραγενόμενοί τινες τῶν θεωμένων αὐτὴν προτέρων ἰατρῶν ἠξίουν ἀκοῦσαι τὸ δέον φάρμακον. εὐθέως οὖν ἀκούσαντες παρεκάλεσαν γραφῆναι αὐτοῖς τὸν περὶ τῶν ἀντεμβαλλομένων λόγον. ἀρξώμεθα οὖν τῶν προκειμένων ἐκ τοῦ προειρημένου εἴδους τὴν ἀρχὴν τοῦ λόγου ποιησάμενοι. εἰ δὲ καὶ κατὰ στοιχεῖον, ὥς τινες ἐθέλουσι, τοῦτο ποιήσωμεν.