Ancient Greek
10
Pseudo-Galen, De Succedaneis Liber 10
Not analysed yet
Ἀντὶ καδμίας, λευκογραφὶς Αἰγυπτία. ἀντὶ καλάμου ἀρωματικοῦ, σφάγνος. ἀντὶ καλαμίνθης, ἄγριον ἡδύοσμον. ἀντὶ καλλικέρω, τῆλις. ἀντὶ κανθαρίδων, φαλάγγια. ἀντὶ καππάρεως ῥίζης, ἐρίκης ῥίζα ἢ μυρίκης. ἀντὶ καρδαμώμου, ξυλοκάρπασον ἢ κύπερις ἀμμωνιακή. ἀντὶ κασσίας, μάννα κιννάμωμον διπλοῦν ἢ βράθυ. ἀντὶ καστορίου, ἀγάλλοχον ἢ σίλφιον ἢ σιλφῶν βδεουσῶν ἔντερα. ἀντὶ κάγχρυος, δαφνῆς κόκκοι ἢ πύρεθρον. ἀντὶ κεδρέας, κεδρίδες. ἀντὶ κεδρίδων, λάδανον. ἀντὶ κεραυνίου, λευκογραφίς. ἀντὶ κέρατος ἐλάφου, κέρας αἰγός. ἀντὶ κηροῦ, ἔρεγμος μετὰ προπόλεως ἔψεται καὶ τρίβεται. ἀντὶ κηρύκων, ὄστρεα. ἀντὶ κίκεως, γλοιὸς ἀπὸ παλαίστρας. ἀντὶ κικίδος, μυρίκης καρπός. ἀντὶ κινναβάρεως, ῥοδοειδές. ἀντὶ κινναμώμου, πήγανον ἄγριον διπλοῦν ἢ τριπλοῦν καὶ ποιεῖ κρεῖττον τοῦ κινναμώμου ἢ λιβάνου φλοιοῦ τὸ πρὸς ἶσον ἢ κυπέρεως Ἀττικῆς τὸ ἶσον ἢ κασσίας σύριγγος διπλάσιον ἢ βράθυος διπλοῦν. ἀντὶ κισσήρεως, γῆ Κρητική. ἀντὶ κισσοῦ ὀποῦ, ὀπὸς Περσικός. ἀντὶ κλινοποδίου, ἡλιοτρόπιον. ἀντὶ κνιδοσπέρμου, κονίου σπέρμα. ἀντὶ κνίκου σπέρματος, ἄγνου σπέρμα. ἀντὶ κολοκυνθίδος, σπέρμα κίκεως, ὃ ἔστι κρότωνος. ἀντὶ κολοφωνίας, ἀπόχυμα. ἀντὶ κομαρέας, ἀμμωνιακὸν θυμίαμα. ἀντὶ κόπρου αἰλούρου, κόπρος ἰχνεύμονος. ἀντὶ κόπρου γυπὸς, περιστερᾶς κόπρος. ἀντὶ κόπρου λύκου, κυνὸς κόπρος. ἀντὶ κόπρου τρυγόνος, κόπρος περιστερᾶς. ἀντὶ κοραλλίου, σύμφυτον ἢ μῶλυ. ἀντὶ κόστου, ἀμμωνιακὸν, κεδρίδες, ἑλένιον. ἀντὶ κοτυληδόνος, ὀνοκάρδιον ἢ ἀναγαλλίς. ἀντὶ κρινανθέμου, ἀφροδισιάς. ἀντὶ κρόκου, κροκόμαγμα. ἀντὶ κροκομάγματος, ἀλόη Ἰνδικὴ ἢ ἀγάλλοχον Ἰνδικόν. ἀντὶ κροκοδείλου στέατος, κυνὸς θαλαττίου στέαρ. ἀντὶ κυμίνου, κράμβης σπέρμα. ἀντὶ κυμίνου Αἰθιοπικοῦ, μελάνθιον. ἀντὶ κυνοσβάτου, ἁλικακάβου σπέρμα. ἀντὶ κυπέρεως, ἀρκευθὶς ἡ μεγάλη, ἀρκευθίδων μῆλα ἢ καρδάμωμον. ἀντὶ κύφεως, ἰσχὰς κεκαυμένη. ἀντὶ κωνείου, κοριάνδρου ἢ ψυλλίου σπέρμα.