Ancient Greek
11
Pseudo-Galen, De Succedaneis Liber 11
Not analysed yet
Ἀντὶ λαγωοῦ θαλαττίου, κόγχος ποτάμιος ἢ λαγωὸς ποτάμιος. ἀντὶ λαδάνου, σάμψυχον. ἀντὶ λαθυρίδων, κόκκος κνίδιος. ἀντὶ λαπάθου ῥίζης, ῥίζα πυρέθρου ἢ κυνάρας. ἀντὶ λεπιδίου ῥίζης, φύλλα καππάρεως. ἀντὶ λεπιδίου, ἐρυθρόδανον. ἀντὶ λευκίνου ἄνθους, στρούθιον. ἀντὶ λημνίας σφραγίδος, σανδαράχη. ἀντὶ λιβάνου, γῆ ἀμπελίτις. ἀντὶ λιβάνου φλοιοῦ, μάννα λιβάνου. ἀντὶ λιβάθρου, τράκτυλος. ἀντὶ λίθου Ἀσίου, λίθος γαγάτης, κόπρος αἰγὸς ἢ ἅλες ἀμμωνιακοὶ κεκαυμένοι ἢ σανδαράχη. ἀντὶ λίθου μαγνήτου, λίθος Φρύγιος. ἀντὶ λίθου ὀνυχίτου, λίθος ἀχάτης. ἀντὶ λίθου πυρίτου, λίθος πυρόβολος. ἀντὶ λίθου Φρυγίου, λίθος ἀργυρίτης ἢ πυρίτης. ἀντὶ λίθου ἀχάτου, λίθος σαρδόνυξ. ἀντὶ Χαλκηδονίου, λίθος κυάνεος. ἀντὶ λίθου ὑακίνθου, λίθος βηρύλλιος. ἀντὶ λίθου σμαράγδου, λίθος ἴασπις. ἀντὶ λίθου σπόγγου, λίθος ὁ ἐξουρούμενος. ἀντὶ λινοσπέρμου, κυάμου χυλός. ἀντὶ λιβυστικοῦ σπέρματος, ῥίζα λυβιστικοῦ ἢ σπέρμα σταφυλίνου ἢ σίου. ἀντὶ λυχνίδος, ἀκανθίου σπέρμα. ἀντὶ λωτοῦ σπέρματος, σεύτλου σπέρμα.