Ancient Greek
1
Pseudo-Galen, De Urinis 1
Not analysed yet
Τῶν οὔρων αἱ διαφοραὶ πολλαὶ μὲν κατὰ μέρος, αἱ δὲ πρῶται δύο, χῦμά τε καὶ παρυφιστάμενον. καλῶ δὲ χῦμα αὐτὸ τὸ οὖρον παρὰ τὸ κεχῦσθαι, παρυφιστάμενον δὲ τὸ ἐν αὐτῷ ἑτεροίως ἐμφαινόμενον. ἀλλὰ τοῦ χύματος πάλιν ἰσάριθμοι τυγχάνουσιν αἱ διαφοραί. δύο γάρ ἐστι τούτου, τὸ μὲν σύστασις, τὸ δὲ χροιά. ἑκάτερον δὲ τούτων εἰς ἕτερα διαιρεῖται. εἰ μὲν οὖν σύστασις εἰς λεπτότητα, παχύτητα καὶ τὸ ἐξ ἀμφοτέρων σύμμετρον. ἀλλὰ τὸ μὲν σύμμετρον ἐπειδὴ κατὰ φύσιν ἐστὶν ἀδιαίρετον ὑπάρχει. τὸ δὲ λεπτὸν καὶ παχὺ τέμνεται διχῆ. τὸ μὲν λεπτὸν ἢ οὐρεῖται λεπτὸν καὶ μένει λεπτὸν ἢ οὐρεῖται λεπτὸν καὶ ἀναθολοῦται καὶ παχὺ γίνεται.