Ancient Greek
2
Pseudo-Galen, De Urinis 2
Not analysed yet
Τούτων τὸ μὲν πρότερον ἐσχάτην ἀπεψίαν δηλοῖ. οὐ γὰρ ἐνεχείρησεν ὅλως ἡ φύσις ἐπὶ τούτου πρὸς τὴν πέψιν· τὸ δὲ δεύτερον ὅ ἐστιν λεπτὸν, ἀναθολούμενον δὲ, δηλοῖ τὴν φύσιν ἄρχεσθαι πέττειν. τὸ μὲν λεπτὸν οὕτως διαιρεῖται καὶ ταῦτα σημαίνει.