Ancient Greek
26 to 31
Pseudo-Galen, De Urinis 26-31
Not analysed yet
Ὅταν δ’ ἂν πάθωσι τὰ στερεὰ, πρῶτον μὲν ἐπὶ πολὺ διαζέονται καὶ γίνονται πεταλώδη τὰ οὖρα. ἀλλὰ καὶ τῆς κύστεως τοιαῦτα δηλωτικά. τοῖς δὲ προειρημένοις ἐπὶ τῶν νεφρῶν διορίζεται. εἰ μὲν εἴη πυρετὸς, ὅλον κεκάκωται· εἰ δὲ μὴ ᾖ πυρετὸς, τῆς κύστεως τὸ πάθος. καὶ εἰ μὲν ἀπεψία, τοῦ ὅλου, εἰ δὲ πέψις, τῆς κύστεως. Ὅταν δὲ ὁ πυρετὸς ἐν τῷ βάθει τῶν ἀγγείων καταδῇ, γίνονται πιτυρώδεις αἱ ὑποστάσεις, στενώτεραι μὲν τῶν πεταλωδῶν, ἀλλὰ παχύτεραι. καὶ τὰ τοιαῦτα δὲ πάλιν τῆς κύστεως σημαντικά. ἀλλὰ καὶ τοῖς εἰρημένοις τὸ πάθος διακρίνεται. εἰ μὲν γὰρ παρῇ πυρετὸς, τοῦ ὅλου τὸ πάθος, εἰ δὲ μή, τῆς κύστεως. Ἐπειδὰν δὲ ὁ πυρετὸς μετὰ τοῦ καταληφθῆναι τὸ πάθος μεῖζον ἐπιλάβῃ μῆκος καὶ πλάτος, ἁδρομερέστερα δὲ γίνονται τὰ τοιαῦτα τῶν πιτύρων καὶ καλεῖται κριμνώδη. ἀλλὰ καὶ τὰ κριμνώδη δύο σημαίνει, εἰ μὲν ὄπτησιν αἵματος ἢ σύντηξιν ἰσχυρὰν τῶν στερεῶν, εἰ δὲ λευκὰ μὲν εἴη τὰ παρυφιστάμενα, τῶν στερεῶν ἐστι πάθος, εἰ δ’ ἐρυθρὰ τοῦ αἵματος. Ἧπαρ ἡλκωμένον καὶ αὐτὴν τὴν οὐσίαν ἀναλύεσθαι καὶ τὸ μὲν λεπτομερὲς αὐτῶν τὴν ἰχωρώδη χροιὰν, τὸ δὲ παχυμερὲς τὴν σανδαραχίζουσαν καὶ ὡς ἐπὶ τὸ πολὺ θάνατον μηνύουσαν, εἰ δὲ περισώζοιντο, ὕδρωπα. Τὸ δυσῶδες οὖρον τὴν σῆψιν δηλοῖ καὶ τῆς φύσεως νέκρωσιν. Λείπει δὲ τῷ λόγῳ λοιπὸν θεωρῆσαι τὰς τοῦ χύματος καὶ τοῦ παρυφισταμένου συμπλοκὰς καὶ τί συμαίνουσιν. αἱ γὰρ ἔμπροσθεν συζυγίαι αἱ μὲν πρότερον τοῦ χύματός ἐστι μόνου, αἱ δὲ ἕτεραι παρυφισταμένου. νυνὶ δὲ τὰς τοῦ χύματος καὶ τὰς τοῦ παρυφισταμένου συμπλέξωμεν. καὶ τί σημαίνει τούτων ἑκάστη διαφορὰ παραθώμεθα.