Ancient Greek
32
Pseudo-Galen, De Urinis 32
Not analysed yet
Ἔστω οὖν πρῶτον ἐν τῇ συστάσει τοῦ χύματος ἄπεπτον, τουτέστι λεπτὸν καὶ ἐν τῇ χροιᾷ λευκόν. ἐπὶ τῷ τοιούτῳ οὔρῳ οὐ δύναται ἐνστῆναι παρυφιστάμενον. ἡ γὰρ λεπτότης ἔνδειαν ὕλης σημαίνει, πῶς ὑπὸ τούτων ἔχομεν ὑποθέσθαι γινομένην ὑπόστασιν; ἀλλ’ οὐδ’ ἂν ὠχρὸν γένηται ἢ πυῤῥὸν ἢ ξανθὸν, μένον δὲ λεπτὸν ὑφίσταταί τε. ἐπὶ τούτων γὰρ ἡ φύσις ἀποροῦσα ὕλης εἰς χρῶμα μεταβάλλει τὸ οὖρον, ὥστε θέλοντας ἐργάσασθαι συμπλοκὰς ὁμοῦ τε τοῦ χύματος καὶ τοῦ παρυφισταμένου, τὸ λεπτὸν ἐκβάλλωμεν καὶ ὑποθώμεθα τὸ παχύ.