Ancient Greek
34
Pseudo-Galen, De Urinis 34
Not analysed yet
Ἀλλ’ ἔστω πάλιν παχὺ καὶ συναπτέσθω τῷ ἐρυθρῷ. τῷ γὰρ ὠχρῷ καὶ πυῤῥῷ καὶ ξανθῷ τὸ παχὺ οὐ μίγνυται διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας. ἐὰν τοίνυν τῷ ἐρυθρῷ μιγῇ τὸ παχὺ, καθάπερ ἐπὶ τῶν συνόχων, ἔσται σημεῖον ἀπεψίας καὶ ἐν τῷ χύματι καὶ ἐν τῷ παρυφισταμένῳ καὶ κατὰ τὴν σύστασιν καὶ τὴν χροιὰν ἀμφοτέρων, τοῦ τε χύματος καὶ τοῦ παρυφισταμένου.