Ancient Greek
33
Pseudo-Galen, De Urinis 33
Not analysed yet
Ἔστω δὲ τῇ χροιᾷ λευκὸν, τῇ συστάσει παχύ· ἐπὶ τούτου ὑφίσταται, καὶ τὸ ὑφιστάμενον ἔστω λευκὸν, ἀλλ’ οὐ λεῖον. ὁ γὰρ ὠμὸς χυμὸς ἐπὶ τῶν τοιούτων ἀθροίζεται πολὺς, ὡς τῇ μὲν χροιᾷ πέττεται, τῇ δὲ συστάσει ἄπεπτον ὑπάρχει.