Ancient Greek
1.105 to 1.109
Pseudo-Galen, Definitiones Medicae 1.105-109
Not analysed yet
Νεότης ἐστὶ καθ’ ἣν αὔξεται τὸ ζῶον ἐπίδοσιν λαμβάνοντος ἐν αὐτῷ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ καὶ ἴσων ὄντων τῶν ἀπερχομένων τοῖς προσφερομένοις ἢ πλείονος ὄντος τοῦ προσγινομένου ἢ τοῦ ἀπογιγνομένου. Ἀκμή ἐστιν ἡλικία καθ’ ἣν ηὔξηται καὶ τετελείωται τὸ ζῶον τελείων ἐν αὐτῷ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ καὶ ἴσων ὄντων τῶν ἀπερχομένων τοῖς προσφερομένοις. Γῆράς ἐστιν ἡλικία καθ’ ἣν ὑπομειοῦται καὶ ὑπολείπει τὸ ζῶον ἐλαττόνων ἐν αὐτῷ γινομένων τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ· καὶ πλειόνων δὲ ἐν αὐτῷ γινομένων τοῦ ψυχροῦ καὶ τοῦ ξηροῦ. Ἀναπνοή ἐστι κίνησις θώρακος καὶ πνεύμονος. μέρη δὲ αὐτῆς εἰσι δύο, εἰσπνοὴ καὶ ἐκπνοή. ἢ οὕτως. ἀναπνοή ἐστιν ὁλκὴ ἀέρος διὰ στόματος καὶ μυκτήρων εἰς ἐγκέφαλον καὶ διὰ φάρυγγος καὶ πνεύμονος εἰς καρδίαν· πάρεισι δέ τοι καὶ εἰς τὴν κοιλίαν. καὶ ἐκ τοῦ ληφθέντος πάλιν ὀλίγη τις ἀνταπόδοσις εἰς τὸ περιέχον γίνεται. Διαπνοή ἐστιν ὁλκὴ ἀέρος ἀπροαίρετος ὑπὸ τοῦ φυσικοῦ θερμοῦ διὰ τῆς ἐπιφανείας ἅμα τοῖς συναπερχομένοις αὐτοῦ σώματος γινομένη. ἑτέρως. διαπνοή ἐστιν ἐκ τοῦ σώματος ὁλκὴ ἀέρος μετ’ ὀρέξεως φυσικῆς δι’ ὅλου τοῦ σώματος καὶ πάλιν δι’ ἐξόδων ἀπόκρισις.