Ancient Greek
1.110
Pseudo-Galen, Definitiones Medicae 1.110
Not analysed yet
Σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν φυσική. μέρη δὲ τοῦ σφυγμοῦ εἰσι δύο, διαστολὴ καὶ συστολή· ἢ οὕτως. σφυγμός ἐστι κίνησις κατὰ διαστολὴν καὶ συστολὴν κυρδίας καὶ ἀρτηριῶν καὶ ἐγκεφάλου καὶ μηνίγγων φυσικὴ καὶ ἀπροαίρετος. δυνατὸν καὶ οὕτως ὁρίσασθαι. σφυγμός ἐστι κίνησις φυσικὴ καὶ ἀπροαίρετος τοῦ ἐν καρδίᾳ καὶ ἀρτηρίαις θερμοῦ εἰς ἑαυτὸ καὶ ἀφ’ ἑαυτοῦ συγκινοῦσα ὁμοίως τήν τε καρδίαν καὶ τὰς ἀρτηρίας. ἄλλως. σφυγμός ἐστι κατὰ διαστολὴν καὶ συστολὴν πρὸς ἔμψυξιν τοῦ ἐμφύτου θερμοῦ καὶ αὔξησιν τοῦ ζωτικοῦ τόνου καὶ γέννησιν τοῦ ψυχικοῦ πνεύματος. ἄλλως. σφυγμός ἐστιν ἄγγελος ἀψευδὴς τῶν ἐν βάθει κεκρυμμένων καὶ τῶν ἀφανῶν προφήτης καὶ τῶν ἀδήλων ἔλεγχος ἐν ἁρμονικῇ κινήσει καὶ μαντικῇ πληγῇ διάθεσιν ἀόρατον προαγορεύων.